Γοροθηνοί, οἱ ἄλλοις καιροῖς τὰς ἑορτὰς ἄγοντες παρὰ τοὺς Ἰεβουσαίους.
Ἰεβουσαῖοι διὰ τὴν αὐτὴν αἰτίαν τῶν ἑορτῶν πρὸς τοὺς Γοροθηνοὺς διαφερόμενοι.
Ἐσσηνοί, οἱ μηδ' ὁποτέροις ἐναντιούμενοι, τοῖς δὲ παρατυγχάνουσι συνεορτάζοντες ἀδιαφόρως.
Ναζωραῖοι, οἳ Χριστὸν ὁμολογοῦσιν Ἰησοῦν υἱὸν θεοῦ, πάντα δὲ κατὰ νόμον πολιτευόμενοι.
Αὕτη καὶ ἡ τοῦ δευτέρου τόμου τοῦ πρώτου βιβλίου τῶν δεκατριῶν αἱρέσεων ἀνακεφαλαίωσις.
Τάδε ἔνεστι καὶ ἐν τῷ τρίτῳ τοῦ πρώτου βιβλίου τόμῳ, ἐν ᾧ εἰσιν αἱρέσεις δεκατρεῖς.
Ἀγγελικοί. Οὗτοι παντελῶς ἐξέλιπον, αὐχοῦντες ἀγγελικὴν ἔχειν τάξιν ἢ διὰ τὸ ἀγγέλοις προσκεκλῆσθαι.
Αὗται τοῦ τετάρτου τόμου, δευτέρου δὲ βιβλίου αἱρέσεις ιηʹ.
Τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ τόμῳ, δευτέρου δὲ βιβλίου, αἱρέσεις πέντε.
Αὗται τοῦ πέμπτου τόμου, δευτέρου δὲ βιβλίου, αἱρέσεις πέντε.
Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τόμῳ βιβλίου τρίτου, αἱρέσεις ἑπτά.
Αὗταί εἰσιν ὁμοίως τοῦ ἕκτου τόμου, τρίτου δὲ βιβλίου αἱρέσεις ἑπτά.
Τάδε ἔνεστι ἐν τῷ ἑβδόμῳ τόμῳ, τρίτου δὲ βιβλίῳ, αἱρέσεις τέσσαρες.
The Aphthartodocetae who come from Julian of Halicarnassus and Gaianus of Alexandria, are also called Gaianites. They agree with the Severians in all things, with this one exception, that, while the Severians seem to hold a difference in the union of Christ, they hold that the body of the Lord was incorruptible from the first instant of its formation. They also confess that the Lord endured suffering—hunger, I mean, and thirst, and fatigue—but they say that He did not suffer these in the same way that we do. For they say that we suffer these by physical necessity, while the Christ suffered them voluntarily and was not subject to the laws of nature.
Ἀφθαρτοδοκῆται, οἱ ἀπὸ Ἰουλιανοῦ τοῦ Ἁλικαρνασέως καὶ Γαϊανοῦ τοῦ Ἀλεξανδρέως, οἱ καὶ Γαϊανῖται λεγόμενοι, ἐν τοῖς ἄλλοις μὲν ἅπασι τοῖς ἐκ Σευήρου συμφερόμενοι, ἐν τούτῳ δὲ διαφερόμενοι, ἐν τῷ τοὺς μὲν διαφορὰν ἐπὶ τῆς ἑνώσεως τοῦ Χριστοῦ τὸ δοκεῖν λέγειν, τούτους δὲ ἄφθαρτον ἐξ αὐτῆς διαπλάσεως τὸ σῶμα τοῦ κυρίου πρεσβεύειν. Καὶ τὰ μὲν πάθη ὑπομεῖναι τὸν κύριον ὁμολογοῦσι, πεῖνάν φημι καὶ δίψαν καὶ κόπον, οὐ τὸν αὐτὸν δὲ τρόπον ἡμῖν ταῦτα αὐτὸν ὑπομεμενηκέναι φασίν: ἡμᾶς γὰρ ἐξ ἀνάγκης φυσικῆς, τὸν δὲ Χριστὸν ἑκουσίως ὑπομεῖναι λέγουσι καὶ τοῖς τῆς φύσεως νόμοις μὴ δουλεῦσαι.