Γοροθηνοί, οἱ ἄλλοις καιροῖς τὰς ἑορτὰς ἄγοντες παρὰ τοὺς Ἰεβουσαίους.
Ἰεβουσαῖοι διὰ τὴν αὐτὴν αἰτίαν τῶν ἑορτῶν πρὸς τοὺς Γοροθηνοὺς διαφερόμενοι.
Ἐσσηνοί, οἱ μηδ' ὁποτέροις ἐναντιούμενοι, τοῖς δὲ παρατυγχάνουσι συνεορτάζοντες ἀδιαφόρως.
Ναζωραῖοι, οἳ Χριστὸν ὁμολογοῦσιν Ἰησοῦν υἱὸν θεοῦ, πάντα δὲ κατὰ νόμον πολιτευόμενοι.
Αὕτη καὶ ἡ τοῦ δευτέρου τόμου τοῦ πρώτου βιβλίου τῶν δεκατριῶν αἱρέσεων ἀνακεφαλαίωσις.
Τάδε ἔνεστι καὶ ἐν τῷ τρίτῳ τοῦ πρώτου βιβλίου τόμῳ, ἐν ᾧ εἰσιν αἱρέσεις δεκατρεῖς.
Ἀγγελικοί. Οὗτοι παντελῶς ἐξέλιπον, αὐχοῦντες ἀγγελικὴν ἔχειν τάξιν ἢ διὰ τὸ ἀγγέλοις προσκεκλῆσθαι.
Αὗται τοῦ τετάρτου τόμου, δευτέρου δὲ βιβλίου αἱρέσεις ιηʹ.
Τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ τόμῳ, δευτέρου δὲ βιβλίου, αἱρέσεις πέντε.
Αὗται τοῦ πέμπτου τόμου, δευτέρου δὲ βιβλίου, αἱρέσεις πέντε.
Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τόμῳ βιβλίου τρίτου, αἱρέσεις ἑπτά.
Αὗταί εἰσιν ὁμοίως τοῦ ἕκτου τόμου, τρίτου δὲ βιβλίου αἱρέσεις ἑπτά.
Τάδε ἔνεστι ἐν τῷ ἑβδόμῳ τόμῳ, τρίτου δὲ βιβλίῳ, αἱρέσεις τέσσαρες.
The Eutychians, who get their name from the heresy of Eutyches, say that our Lord Jesus Christ did not take His flesh from the blessed Virgin Mary, but contend that He became incarnate in a more divine manner. For they could not conceive how God the Word could unite to Himself from the Virgin Mary this man, who was subject to the sin of his first father Adam, to the effect that ‘despoiling the principalities and powers, he hath exposed them confidently in open shew,’ as has been written, ‘triumphing on the cross’ over those very things which He had put on because of the fall of the first man.
Εὐτυχιανισταί, οἱ ἀπὸ Εὐτυχέως τοὔνομα τῆς αἱρέσεως ἐσχηκότες, οἱ μὴ λέγοντες ἐκ τῆς ἁγίας παρθένου Μαρίας εἰληφέναι τὴν σάρκα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἀλλὰ θειότερόν πως σεσαρκῶσθαι ἀποφαινόμενοι, μὴ εἰληφότες κατὰ νοῦν, ὅτι τὸν τῇ ἁμαρτίᾳ τοῦ προπάτορος αὐτῶν Ἀδὰμ ὑπεύθυνον τυγχάνοντα ἄνθρωπον, τοῦτον ἥνωσεν ἑαυτῷ ὁ θεὸς λόγος ἐκ τῆς παρθένου Μαρίας, ἐξ οὗ καὶ »τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἀπεκδυσάμενος ἐδειγμάτισεν ἐν παρρησίᾳ«, ὡς γέγραπται, »θριαμβεύσας« ἐπὶ τοῦ σταυροῦ, ἃς διὰ τῆς παραβάσεως τοῦ πρωτοπλάστου ἦν ἐνδεδυκώς.