Γοροθηνοί, οἱ ἄλλοις καιροῖς τὰς ἑορτὰς ἄγοντες παρὰ τοὺς Ἰεβουσαίους.
Ἰεβουσαῖοι διὰ τὴν αὐτὴν αἰτίαν τῶν ἑορτῶν πρὸς τοὺς Γοροθηνοὺς διαφερόμενοι.
Ἐσσηνοί, οἱ μηδ' ὁποτέροις ἐναντιούμενοι, τοῖς δὲ παρατυγχάνουσι συνεορτάζοντες ἀδιαφόρως.
Ναζωραῖοι, οἳ Χριστὸν ὁμολογοῦσιν Ἰησοῦν υἱὸν θεοῦ, πάντα δὲ κατὰ νόμον πολιτευόμενοι.
Αὕτη καὶ ἡ τοῦ δευτέρου τόμου τοῦ πρώτου βιβλίου τῶν δεκατριῶν αἱρέσεων ἀνακεφαλαίωσις.
Τάδε ἔνεστι καὶ ἐν τῷ τρίτῳ τοῦ πρώτου βιβλίου τόμῳ, ἐν ᾧ εἰσιν αἱρέσεις δεκατρεῖς.
Ἀγγελικοί. Οὗτοι παντελῶς ἐξέλιπον, αὐχοῦντες ἀγγελικὴν ἔχειν τάξιν ἢ διὰ τὸ ἀγγέλοις προσκεκλῆσθαι.
Αὗται τοῦ τετάρτου τόμου, δευτέρου δὲ βιβλίου αἱρέσεις ιηʹ.
Τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ τόμῳ, δευτέρου δὲ βιβλίου, αἱρέσεις πέντε.
Αὗται τοῦ πέμπτου τόμου, δευτέρου δὲ βιβλίου, αἱρέσεις πέντε.
Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τόμῳ βιβλίου τρίτου, αἱρέσεις ἑπτά.
Αὗταί εἰσιν ὁμοίως τοῦ ἕκτου τόμου, τρίτου δὲ βιβλίου αἱρέσεις ἑπτά.
Τάδε ἔνεστι ἐν τῷ ἑβδόμῳ τόμῳ, τρίτου δὲ βιβλίῳ, αἱρέσεις τέσσαρες.
The Lampetians are so called after a certain Lampetius. They allow each individual to follow whatever state of life he may wish and deem fit, whether it be to live in common and lead the cenobitic life or to assume the monastic habit of his choosing. For, they say, the Christian does nothing under compulsion, because it is written: I will freely sacrifice to thee, and again, With my will I will give praise to Him. And, as some say, they permit the endurance of physical sufferings without resistance, on the ground that this is nature’s due. They are also said to hold other things which very much resemble those held by those who are called Aerians. (One of their number was a certain Eustathius, from whom come the Eustathians.)
Λαμπετιανοί, οἱ ἀπὸ Λαμπετίου τινὸς οὕτω προσαγορευόμενοι, οἵτινες τοῖς βουλομένοις ἐπὶ τὸ αὐτὸ ζῆν καὶ ἐν κοινοβίοις διάγειν ἐπιτρέπουσιν ἑκάστῳ, οἵαν ἐθέλει καὶ δοκιμάζει πολιτείαν, ταύτην μετιέναι καί, ὃ προαιρεῖται σχῆμα, ἀμφιέννυσθαι: οὐ δεῖ γάρ, φησίν, ἠναγκασμένως ποιεῖν τι τὸν χριστιανόν, ὅτι γέγραπται: »Ἑκουσίως θύσω σοι«, καὶ πάλιν: »Ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ.« Ἐπιτρέπουσι δέ, ὥς φασί τινες, καὶ φυσικοῖς πάθεσι χώραν διδόναι καὶ μὴ ἀνθίστασθαι αὐτοῖς ὡς τῆς φύσεως οὕτως ἀπαιτούσης: καὶ ἕτερά τινα παραπλησίως τῶν ὀνομαζομένων Ἀεριανῶν λέγονται φρονεῖν.