Γοροθηνοί, οἱ ἄλλοις καιροῖς τὰς ἑορτὰς ἄγοντες παρὰ τοὺς Ἰεβουσαίους.
Ἰεβουσαῖοι διὰ τὴν αὐτὴν αἰτίαν τῶν ἑορτῶν πρὸς τοὺς Γοροθηνοὺς διαφερόμενοι.
Ἐσσηνοί, οἱ μηδ' ὁποτέροις ἐναντιούμενοι, τοῖς δὲ παρατυγχάνουσι συνεορτάζοντες ἀδιαφόρως.
Ναζωραῖοι, οἳ Χριστὸν ὁμολογοῦσιν Ἰησοῦν υἱὸν θεοῦ, πάντα δὲ κατὰ νόμον πολιτευόμενοι.
Αὕτη καὶ ἡ τοῦ δευτέρου τόμου τοῦ πρώτου βιβλίου τῶν δεκατριῶν αἱρέσεων ἀνακεφαλαίωσις.
Τάδε ἔνεστι καὶ ἐν τῷ τρίτῳ τοῦ πρώτου βιβλίου τόμῳ, ἐν ᾧ εἰσιν αἱρέσεις δεκατρεῖς.
Ἀγγελικοί. Οὗτοι παντελῶς ἐξέλιπον, αὐχοῦντες ἀγγελικὴν ἔχειν τάξιν ἢ διὰ τὸ ἀγγέλοις προσκεκλῆσθαι.
Αὗται τοῦ τετάρτου τόμου, δευτέρου δὲ βιβλίου αἱρέσεις ιηʹ.
Τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ τόμῳ, δευτέρου δὲ βιβλίου, αἱρέσεις πέντε.
Αὗται τοῦ πέμπτου τόμου, δευτέρου δὲ βιβλίου, αἱρέσεις πέντε.
Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τόμῳ βιβλίου τρίτου, αἱρέσεις ἑπτά.
Αὗταί εἰσιν ὁμοίως τοῦ ἕκτου τόμου, τρίτου δὲ βιβλίου αἱρέσεις ἑπτά.
Τάδε ἔνεστι ἐν τῷ ἑβδόμῳ τόμῳ, τρίτου δὲ βιβλίῳ, αἱρέσεις τέσσαρες.
The Pepuziansy who are also called Quintillians, and with whom the Artotyrites are connected, constitute a distinct heresy. Although they belong to the Cataphrygians, they hold other things which these last do not. Pepuza, which is a certain town lying between Galatia and Cappadocia and Phrygia, they hold sacred. In fact, they claim that it is Jerusalem. There is, however, still another Pepuza. Furthermore, they permit women to hold authority and to officiate as priests. And they celebrate certain mysteries during the course of which they pierce a new-born child with bronze needles, as is the custom of the Cataphrygians. Then, having mixed flour with its blood, they bake a host of which they partake as communion. They also tell a mythical tale of Christ revealing Himself there in Pepuza to Quintilla or Priscilla, in female form. They use both the Old and New Testaments, altering them in conformance with their own ideas.
Πεπουζιανοί, οἱ καὶ Κυϊντιλλιανοί, οἷς συνάπτονται Ἀρτοτυρῖται, αἱρέσεις δύο. Ἐξ αὐτῶν μέν εἰσι τῶν Καταφρυγαστῶν, ἕτερα δὲ παρ' ἐκείνους δογματίζουσι, Πέπουζαν πόλιν τινὰ ἔρημον ἀνὰ μέσον Γαλατίας καὶ Καππαδοκίας καὶ Φρυγίας ἐκθειάζοντες καὶ δὴ ταύτην Ἱερουσαλὴμ ἡγούμενοι_ἔστι δὲ καὶ ἄλλη Πέπουζα_, γυναιξὶ δὲ ἀποδιδόντες τὸ ἄρχειν καὶ ἱερατεύειν. Μυοῦνται δέ τινα κατακεντοῦντες νέον παῖδα ῥαφίσι χαλκαῖς ὥσπερ οἱ Καταφρυγαστῶν καὶ τῷ αἵματι αὐτοῦ ἄλευρον φυράσαντες καὶ ἀρτοποιήσαντες προσφορὰν μεταλαμβάνουσι. Καὶ δὴ τῇ Κυϊντίλλῃ ἢ Πρισκίλλῃ Χριστὸν ἐκεῖσε ἐν Πεπούζῃ ἀποκεκαλύφθαι ἐν εἴδει θηλείας μυθολογοῦσι. Κέχρηνται δὲ ὡσαύτως παλαιᾷ καὶ καινῇ διαθήκῃ κατὰ τὸν νοῦν τὸν ἴδιον μεταποιούμενοι.