οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Epistulae paschales sive Homiliae paschales (epist. 1-30) ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΟΜΙΛΙΑΙ ΕΟΡΤΑΣΤΙΚΑΙ.
αʹ Τῆς μὲν εὐθύμου καὶ θείας ἡμῶν ἑορτῆς ἀνὰ πᾶσαν τὴν οἰκουμένην τὰ φαιδρὰ προλάμπει καὶ φαίνεται φῶτα· οὐδὲν σκοτεινὸν καὶ ζοφῶδες τοῖς κατ' ἀρετὴν ἑορτάζειν ἐθέλουσιν ὑπαντᾷν ἐπιτρέ πουσα. ∆ιὸ καὶ τοῖς τοιούτοις ὁ μακάριος Ἀπόστολος τὴν συμφέρουσαν ἐμφανίζων ὁδὸν, φησίν· "Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ὡς ἐν ἡμέρᾳ εὐ σχημόνως περιπατήσωμεν," ἵνα καὶ ταῖς ἀσβέστοις τοῦ Σωτῆρος φωταγωγούμενοι λαμπάσιν εἰς τὴν ἄνω καταντήσωμεν Ἱερουσαλὴμ, τοῖς εὐαγέσι τῶν ἀγγέ λων χοροῖς ἐν οὐρανῷ συνδιαιτώμενοι. Ὁ μὲν οὖν μακάριος ∆αβὶδ εἰς καλὴν ἡμᾶς συνάγων ὁμήγυριν, τὴν ἐπινίκιον ᾠδὴν τῷ δι' ἡμᾶς ἐπιδημήσαντι Χρι στῷ, καὶ διὰ τοῦ σταυροῦ τὸ τοῦ θανάτου καταργή σαντι κέντρον παρακελεύεται, λέγων· "∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν." Τοὺς γὰρ τοῖς θείοις ἐπανέχοντας νόμοις ἐπὶ τὸν σωτήριον καλεῖ χορὸν, καὶ εἰς μίαν καὶ σύμφωνον διδάσκει συνάγεσθαι γνώμην, οὐ με μερισμέναις διανοίαις, οὐδὲ νῷ διῃρημένῳ τὴν εἰς Χριστὸν ὁμολογοῦντας πίστιν· "ἀλλ' ἵνα σύμφωνοι, καὶ τὸ αὐτὸ, κατὰ Παῦλον, φρονοῦντες," ἀκλινῆ καὶ βεβαίαν τὴν εἰς αὐτὸν φυλάττωμεν ὁμολογίαν. Οὕτω γὰρ ἂν τῆς θείας ἡμᾶς καὶ ἀκηράτου πανηγύρεως ἀναβαίνειν λοιπὸν εἰς τὴν πνευματικὴν κελεύουσιν 77.404 Ἱερουσαλήμ· καὶ δρομαίους ἀφικέσθαι πρὸς εὐσέ βειαν διεγειρούσης, ἀκούσωμεν διὰ τοῦ προφήτου· "Ἀνασωζόμενοι ἐκ γῆς πορεύεσθε, καὶ οὐ μὴ στῆτε, μνήσθητε, οἱ μακρὰν, τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ καρδίαν ὑμῶν." Παύλου τοίνυν βοῶντος· "Οὕτως τρέχετε ἵνα καταλάβητε," καὶ τῆς εὐ αγοῦς ἡμῖν ἡλίου δίκην ἀνατελλούσης ἑορτῆς, μα κράν που τὸν ἀδρανῆ τῆς ἀργίας ῥίψωμεν ὄκνον· καὶ τὸν ἀμυδρὸν τῆς ἀργείας σκότον νικήσαντες, ἀν δρείῳ καὶ λαμπρῷ φρονήματι πρὸς πᾶσαν ἴωμεν ἀρετὴν, ἐκεῖνο λέγοντες ἀλλήλοις τὸ γεγραμμένον· "∆εῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ." Ἰουδαῖοι μὲν γὰρ, τῆς κατὰ τύπον καὶ σωματικῆς λατρείας ἐκβαίνειν οὐκ εἰδότες, ἀκούουσι· "Τί μοι τὸ πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος. Πλήρης εἰμὶ ὁλο καυτωμάτων κριῶν· καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι· οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι." Τοῖς δὲ μακρὰν τῶν τοιούτων ἀποδη μήσασι, καὶ τῆς καρδίας τὴν ἀληθῆ περιτομὴν διὰ τῆς ἐν πνεύματι λατρείας ἐπιδεικνύειν Θεῷ μελετή σασιν, ὁ προφήτης βοᾷ· "Ζητήσατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε. Ἡνίκα δ' ἂν ἐγ γίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν." Ἐγγίσαντος τοιγαροῦν ἡμῖν διὰ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἐκδυσώμεθα, κατὰ τὸ γεγραμμένον, τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσώμεθα τὸν νέον τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν· καὶ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, τοῖς ἔμπροσθεν ἐπεκτεινώμεθα, καθαροὶ πρὸς τὴν θείαν ἀναβαίνον τες πανήγυριν. Τοῦ δὲ προφήτου βοῶντος Ἱερε μίου· "Τάδε λέγει τοῖς ἀνδράσιν Ἰούδα, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλήμ· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐν ἀκάνθαις. Περιτμήθητε τῷ Θεῷ, καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ἰουδαῖοι κατοικοῦντες Ἱερουσαλὴμ," ὑλομανοῦσαν καὶ κεχερσωμένην ἀπὸ εὐσεβείας τὴν διάνοιαν, καθάπερ πυρὶ τῷ θείῳ φόβῳ καθήραντες, τὸν ἀγαθὸν τοῦ Σωτῆρος δεξώμεθα σπόρον, οὐ ψιλαῖς ἀκολου θεῖν, οὐδὲ ταῖς ἐν τύπῳ λατρείαις διδάσκοντος, ἀλλὰ καλοῖς ἡμᾶς πρὸς σωτηρίαν ἀνανεοῦντος μαθήμα σιν. Οὐκοῦν