Vitae sophistarum
ΕΥΝΑΠΙΟΥ ΒΙΟΙ ΦΙΛΟΣΟΦΩΝ ΚΑΙ ΣΟΦΙΣΤΩΝ Ξενοφῶν ὁ φιλόσοφος, ἀνὴρ μόνος ἐξ ἁπάντων φιλοσόφων ἐν λόγοις τε καὶ ἔργοις φιλοσοφίαν κοσμήσας (τὰ μὲν ἐς λόγους ἔστι τε ἐν γράμμασι καὶ ἠθικὴν ἀρετὴν γράφει, τὰ δὲ ἐν πράξεσί τε ἦν ἄριστος, ἀλλὰ καὶ ἐγέννα στρα1.1.2 τηγοὺς τοῖς ὑποδείγμασιν· ὁ γοῦν μέγας Ἀλέξανδρος οὐκ ἂν ἐγένετο μέγας, εἰ μὴ Ξενοφῶν) καὶ τὰ πάρεργά φησι δεῖν τῶν σπουδαίων ἀνδρῶν ἀναγράφειν. ἐμοὶ δὲ οὐκ εἰς τὰ πάρεργα τῶν σπουδαίων ὁ λόγος φέρει τὴν γραφήν, ἀλλ' εἰς τὰ ἔργα. εἰ γὰρ τὸ παίγνιον τῆς ἀρετῆς ἄξιον λόγου, ἀσε1.1.3 βοῖτο ἂν πάντως τὸ σπουδαζόμενον σιωπώμενον. διαλεχθήσεται δὲ ὁ λόγος τοῖς ἐντυγχάνειν βουλομένοις, οὔτε περὶ πάντων ἀσφαλῶς (οὐ γὰρ πάντα ἀκριβῶς ἦν ἀναλέγεσθαι), οὔτε ἀποκρίνων ἀλλήλων φιλοσόφους ἀρίστους καὶ ῥήτορας, 1.1.4 ἀλλὰ παρατιθεὶς ἑκάστῳ τὸ ἐπιτήδευμα. τὸ δὲ ἄριστος ὅτι ἦν εἰς ἄκρον ὁ γραφόμενος ὑπὸ τοῦ λόγου, τῷ βουλομένῳ ταῦτα δικάζειν ἐκ τῶν ὑποκειμένων σημείων καταλιμπάνει 1.1.5 (βούλεται μὲν γάρ) ὁ ταῦτα γράφων. καὶ ὑπομνήμασιν ἀκριβῶς ἐντετύχηκεν, δι' ὧν, ἢ διαμαρτάνων τῆς ἀληθείας, ἐφ' ἑτέρους ἀναφέροι τὸ ἁμάρτημα, ὥσπερ ἀγαθός τις μαθητὴς κακῶν τετυχηκὼς διδασκάλων, ἢ κατηγοριῶν ἀλήθειαν ἔχοι καὶ τοὺς ἡγουμένους ἀξίους θαύματος, καὶ τό γε ἴδιον ἔργον αὐτοῦ καθαρὸν εἴη καὶ ἀμώμητον, ἀκο1.1.6 λουθήσαντος οἷς ἀκολουθεῖν προσῆκεν. ἐπεὶ δὲ ὀλίγοι τε ἢ παντελῶς ἐλάχιστοί τινες ἦσαν οἱ περὶ τούτων γράφοντες, ἵνα τοῦτο εἴπῃ τις μόνον, οὔτε τὰ ἀπὸ τῶν πρότερον γραφέντων λήσεται τοὺς ἐντυγχάνοντας, οὔτε τὰ ἐξ ἀκοῆς ἐς τόνδε καθήκοντα τὸν χρόνον, ἀλλ' ἀμφοτέροις ἀποδοθήσεται τὸ πρέπον, τῶν μὲν γεγραμμένων κινηθῆναι μηδέν, τὰ δὲ ἐκ τῆς ἀκοῆς ὑπὸ τοῦ χρόνου κατασειόμενα καὶ μεταβάλλοντα διαπῆξαι καὶ στηρίξαι τῇ γραφῇ πρὸς τὸ στάσιμον καὶ μονιμώτερον. Τὴν φιλόσοφον ἱστορίαν καὶ τοὺς τῶν φιλοσόφων ἀνδρῶν βίους Πορφύριος καὶ Σωτίων ἀνελέξαντο. ἀλλ' ὁ μὲν Πορφύριος (οὕτω συμβάν) εἰς Πλάτωνα ἐτελεύτα καὶ 2.1.2 τοὺς ἐκείνου χρόνους· Σωτίων δὲ καὶ καταβὰς φαίνεται, καίτοι γε ὁ Πορφύριος ἦν νεώτερος. τῆς δὲ ἐν τῷ μέσῳ φορᾶς φιλοσόφων τε ἀνδρῶν καὶ σοφιστῶν ἀδιηγήτου γενομένης κατὰ τὸ μέγεθος καὶ τὸ ποικίλον τῆς ἀρετῆς, Φιλόστρατος μὲν ὁ Λήμνιος τοὺς τῶν ἀρίστων <σοφιστῶν> ἐξ ἐπιδρομῆς μετὰ χάριτος παρέπτυσε βίους, φιλοσόφων δὲ οὐδεὶς ἀκριβῶς 2.1.3 ἀνέγραψεν· ἐν οἷς Ἀμμώνιός τε ἦν ὁ ἐξ Αἰγύπτου, Πλουτάρ χου τοῦ θειοτάτου γεγονὼς διδάσκαλος, Πλούταρχός τε αὐτός, ἡ φιλοσοφίας ἁπάσης ἀφροδίτη καὶ λύρα, Εὐφράτης τε ὁ ἐξ Αἰγύπτου, καὶ ∆ίων ὁ ἐκ Βιθυνίας ὃν ἐπεκάλουν Χρυσόστομον, Ἀπολλώνιός τε ὁ ἐκ Τυάνων, οὐκέτι φιλόσοφος· 2.1.4 ἀλλ' ἦν τι θεῶν τι καὶ ἀνθρώπου μέσον. τὴν γὰρ Πυθαγόρειον φιλοσοφίαν ζηλώσας, πολὺ τὸ θειότερον καὶ ἐνεργὸν κατ' αὐτὴν ἐπεδείξατο. ἀλλὰ τὸ μὲν ἐς τοῦτον ὁ Λήμνιος ἐπετέλεσε Φιλόστρατος, βίον ἐπιγράψας Ἀπολλωνίου τὰ 2.1.5 βιβλία, δέον Ἐπιδημίαν ἐς ἀνθρώπους θεοῦ καλεῖν. Καρνεάδης δὲ ἦν κατὰ τούτους τοὺς χρόνους, καὶ τῶν κατὰ κυνισμὸν οὐκ ἀφανής, εἴ τινα καὶ κυνισμοῦ χρὴ λόγον ποιεῖσθαι, παρ' οἷς ἦν Μουσώνιος, καὶ ∆ημήτριος καὶ Μένιππος, καὶ ἕτεροί γέ τινες πλείους· οὗτοι δὲ ἦσαν ἐπιφανέστεροι. 2.1.6 τούτων δὲ σαφεῖς μὲν καὶ ἀκριβεῖς οὐκ ἦν ἀνευρεῖν τοὺς βίους, ἅτε μηδενὸς συγγεγραφότος, ὅσα γε ἡμᾶς εἰδέναι· ἱκανοὶ δὲ αὐτῶν ἦσάν τε καί εἰσι βίοι τὰ γράμματα, τοσαύτης ἀνάμεστα παιδείας καὶ θεωρίας ἔς τε ἠθικὴν ἀρετὴν καὶ ὅση πρὸς τὴν τῶν ὄντων διήρατο καὶ ἀνέβλεψε 2.1.7 φύσιν, τὴν ἄγνοιαν τῶν δυναμένων