1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

1

Commentarii in Ecclesiasten 5.1

51, lab ῥήματα ἐκκλησιαστοῦ υἱοῦ ∆αυὶδ βασιλέως ̓Ισραὴλ ἐν ̓Ιερουσαλήμ. ὁ Σολομὼν ουτος ὁ ἐκκλησιάζων καὶ τοιαῦτα λέγων, α ἁρ μόζει ἐκκλησίᾳ εἰπεῖν, τοῦ "∆αυὶδ υἱός" ἐστιν. γέγονε δὲ μετὰ τὸν Σαούλ, ου ἡ βασιλεία διεβλήθη καὶ περιεγράφη. τοῦ "βασιλέως" τούτου τοῦ "∆αυὶδ υἱός" ἐστιν ὁ Σολομὼν κατὰ ἀμφοτέρους τοὺς τρόπους. διττῶς γὰρ "υἱοί" τινές εἰσίν τινων, "κατὰ σάρκα" καὶ διαδοχὴν καὶ κατὰ παίδευ σιν. Παῦλος γοῦν λέγων οτι "διὰ τοῦ εὐαγγελίου ἐγέννησα ὑμᾶς", "πατήρ εἰμι ὑμῶν", "καν γὰρ μυρίους ευ̣χητε παιδαγω γούς, ἀλλ' οὐ πολλοὺς πατέρας· διὰ γὰρ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα". ὁ ∆αυὶδ ουν ἀμφοτέρως πατήρ ην τοῦ Σολομῶνος· καὶ "κατὰ σάρκα"-ἐξ αὐτοῦ γὰρ ευ̣σκεν τὴν διαδοχήν, "∆αυὶδ δὲ ἐγέννησεν τὸν Σολομών"-, ἀλλὰ καὶ κατὰ παίδευσιν ην αὐτοῦ πατήρ· "σοφὸς" γάρ, εἰ καί τις υ̣λλος, καὶ αὐτὸ τοῦτο θεόσοφος ην ὁ ∆αυίδ. λέγει γοῦν· "τὰ αδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι." καὶ ειυ̣ τις λέγοι· "θρασύτερον ἁπάντων λ̣έ̣γ̣ει ἑαυτὸν ἐπαινῶν, οὐ π̣άν τως ἐστὶν τοιοῦτος", ἀκούω οτι καὶ ὁ θεὸς λέγει· "ευρον ∆αυὶδ τὸν τοῦ ̓Ιεσσαὶ αυ̣νδρα κατὰ τὴν καρδίαν̣ μου, ος ποιήσει πάντα τὰ θελήματά μου". ὁ π̣ο̣ιητ̣ὴς δὲ "τῶν θελημά των" τοῦ θεοῦ οιον "π̣ασῶ̣ν" τῶν ἀρετῶν "σοφός", εἰ καί τις αυ̣λλος. αὐτῷ ὁ θεὸς "τὰ αυ̣δηλα καὶ τὰ κρύφια τῆς σο φίας" αὐτοῦ πεφανέρωκεν. γέγονεν δὲ κ̣α̣ὶ̣ Σολομὼν "σοφός", εἰ καί τις αλλος. γέγονεν αρα ἐκ σοφοῦ "σοφὸς" ωσπερ καὶ αυ̣νθρωπος ἐξ ἀνθρώπου. κ̣αὶ κατὰ τοὺς δύο τοίνυν τρόπους τῆς γενέσεως "υἱὸς" ην ὁ Σολομὼν τοῦ "∆αυίδ". ευ̣στιν δὲ μάλιστα, ἐν οις ἐκκλησιάζει, προηγουμένως τοῦ "∆αυὶδ υἱός", οὐ τοσοῦτον διὰ τὸ "κατὰ σάρκα", οσον διὰ τὸ κατὰ τὴν παίδευσιν. οἱ γὰρ "υἱεῖς" τῶν σοφῶν καὶ αὐτοὶ οντες σοφοὶ γεννῶσιν αυ̣λλους. οὐ πάντως δὲ ὁ "κατὰ σάρκα" τινὸς ων "υἱὸς" γίνεται καὶ αὐτὸς πατήρ. πολλοὶ γοῦν "υἱοὶ" γενόμενοι οὐκ ἀπεδείχθησαν πατέρες. οἱ δὲ "κατὰ πνεῦμα" "υἱοὶ" καὶ αὐτοὶ γίνονται πατέρες. α λέγει ουν, "ῥήματα τοῦ ἐκκλησιαστοῦ" Σολομῶνός εἰσιν· κατὰ γὰρ διαφόρους ἐπινοίας ὁ Σολομὼν ευ̣χει τὰς ὀνομασίας. "ἐκκλησιαστὴς" μέν, οτε τοιαῦτα λέγει, α ἁρμόζει ἐκ κλησίᾳ τουτέστιν πλήθει· οὐδὲν δὲ ετερόν ἐστιν ἐκκλησία η πλῆθος. κατὰ τοῦτο τὸ σημαινόμενον καὶ ὁ θεὸς λέγει τῷ Μωϋσῇ, "ἐκκλησίασον τὸν λαὸν πρός με", καὶ ̓Ιησοῦς το̣ίν̣υν, οταν λέγῃ "τὰς παραβολὰς" "τοῖς ευ̣ξω". οτε οὐκ ἐκκλησιάζει, τότε "κατ' ἰδίαν τοῖς ἰδίοις" λαλεῖ καὶ λέ γει "τὸ μυστήριον" τοῦτο ἐμοὶ καὶ τοῖς ἐ̣μο̣ῦ̣. ῃ δὲ ουν ἐνταῦθα "ἐκκλησιαστής" ἐστιν-τὰ γὰρ μαθήματα σχεδὸν πάντα τ̣αῦτα̣, α̣ δι' ολου τοῦ βιβλίου αὐτοῦ λέγει, πτωχοῖς" τὴν διάνοιαν λέγει-, λέγει τὰ "πρόσκαιρα" καὶ "μάταια" τετηφότας καὶ μεγάλα αὐτὰ νομίζοντας ει ναι καὶ περιμάχη̣τα.

ἐν μὲν τ̣αῖς παροιμίαις-πρῶτον δὲ βιβλίον 1-2· τά ξει τοῦτο τοῦ

προκειμένου-ἠθικῶν μ̣αθημάτων ἐστὶν διδά σκαλος. καὶ ἐπεὶ τὰ ἐξ ἑτοίμου νοήματα ταχὺ καταφρονεῖ ται, μετ' ἐπικρύψεως παροιμιωδῶς αὐτὰ λέγει. λέγει γοῦν· 6 "αιυ̣σθησις δὲ ἀγαθὴ πᾶσιν τοῖς ποιοῦσιν αὐτήν" καὶ "ἀρχὴ σοφίας φόβος κυρίου", "ἀκούσατε παῖδες παιδείαν πατρός". αἱ παροιμίαι ουν ἠθικά ἐστ̣ι̣ν̣. ἐν δὲ τῷ ᾳυ̣σματι τῶν ᾀσμάτων τὰ ὑπὲρ τὰ φυσικά, τὰ ὑπερ κόσμια τὰ ἀνάγοντα εἰς τὰ ὑπερκός μια καὶ ὑπερουράνια λέγει. καὶ διὰ τοῦτο ἐκεῖ οὐδὲν πρόσκειται τὸ δεικνύον αὐτὸν ανθρωπον· οὐκ ειρηται "υἱὸς ∆αυὶδ τοῦ βασιλέως τοῦ ̓Ισραὴλ ἐν ̓Ιερουσαλήμ"; ὑπερκόσμιος γάρ ἐστιν ἡ λεγομένη παίδευσις ἐν τῷ ᾳυ̣σματι τῶν ᾀσμάτων. ἐπερ· οὐκ