1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

27

καὶ "κύριε, τίς παροικήσει ἐν σκηνώματί σου;". μεγάλου "ἀνθρώπου" ἐστὶν τὸ ἀκολυθεῖν τῇ "βουλῇ", τὸ "ὀπίσω" αὐτῆς βαδίζειν. ὁ γὰρ "ἀποστρεφόμενος" αὐτὴν καὶ "ῥίπτων τοὺς λόγους τοῦ θεοῦ εἰς τὰ ὀπίσω μισήσας π̣αι-δ̣εία̣ν" οὐ πορεύεται "ὀπίσω τῆς βουλῆς". περὶ τοῦ τοιού-του λέγεται καὶ τῶν ὁμοίων αὐτῷ· "διελογίσαντο βουλήν, ην οὐ μὴ δύνωνται στῆσαι"· "οὐ δύνανται" τελε̣ιῶσαι αὐ- τήν. καὶ λαμβάνεις ἐπὶ ἱστορίας τοιαῦτα· "διελογίσατο" ὁ Φαραὼ καὶ οἱ̣ συνφρονοῦντες αὐτῷ ἐλαττῶσαι καὶ ἀναιρῆσαι τὸ γένος τῶν ̔Εβραίων, οτε τὰ "αυ̣ρρενα" προσέταττεν "εἰς τὸν ποταμὸν ῥιπτεῖσθαι", καὶ "οὐκ ἠδυνήθη σταθῆναι" ἡ "βουλή". "διελογίσαντο" θάνατον κατὰ τοῦ ςωτῆρος οἱ ἐναντιούμενοι δαίμονές τε καὶ "αυ̣̣νθρωποι" καὶ "οὐκ ἠδυνήθη στῆναι". ευ̣δοξαν γὰρ καταλύειν αὐτοῦ τὴν διδαςκα-λίαν καὶ τὴν προτροπὴν θανάτῳ αὐτὸν περιβαλόντες καὶ ἐ-νόμιζον τοῦτο "σταθῆναι". ἐπερ· ἐνταῦθα ουν κατὰ τὸ σπάνιον; ·······ι̣ν··· ουτως ο·ι ········ "αυ̣ν̣θρωπος" ὁ πορευόμενος "ὀ̣πίσ̣ω ···········ς̣ "αυ̣λογα" κινῶ̣ν "ιπ-ποι θηλυμανεῖς γίνονται" "οὐ" σὺν λόγῳ "τι πράτ̣τ̣ο̣ντες". τὸ "αυ̣λογον" δὲ̣ ο̣ὐ̣ "ζῷον" βουλευτικόν ἐστιν. διὰ τοῦτο οὐδὲ "π̣ρ̣ο̣αίρεσίς" ἐστιν ἐν τοῖς "ἀλόγοις". "βουλὴ" γ̣ά̣ρ τίς ἐστιν ἡ "προαίρεσις". ἡ "περιφορὰ" ουν ἡ με̣τ̣άβασ̣ις ἐκ τῆς "σοφ̣ίας" εἰς τὴν "ἀφροσύνην" καὶ ἐξ ἐκείνης εἰς ταύτην. ειπον γὰρ οτι "προα̣ί̣ρεσιν" δηλοῖ. ἐπερ· "ἐπέβλεψα"; καταλλήλως λαμβάνο̣μεν τῇ "σοφίᾳ" τὴν "ἀφροσύνην". σπου-δάζων τὴν "σοφίαν" ἐνταῦθα λέγει. ἀμφότερα "γιγνώσκοντες" τοῦ̣ μὲν ἀπεχόμεθα, τὸ δὲ αἱρούμεθα. ἀδύνατον δέ ἐστιν "αυ̣νθρωπον" τέλειον καθ······· ····· ωστε ἐκτὸς ειναι καὶ "ἀφροσύνης̣" καὶ "σοφίας" καὶ σωφροσύνη̣ς. 2,12d.13a σὺν τ̣ὰ πάντα ἐποίησεν αὐ-τή· καὶ ειδον ἐγὼ οτι ευ̣στιν περισ-σεία τῇ σοφίᾳ ὑπὲρ τὴν ἀφροσύνην. ωδε μ̣ὴ̣ συνκριτικῶς λάβῃς τὸ πλέον̣ ευ̣χειν οὐδὲ τὸ ὑπάρχον τῇ "σοφίᾳ" καὶ τῇ "ἀφροσύνῃ" οὐδὲ τὸ τῇ "ἀφροσύνῃ" καὶ τ̣ῇ "σοφίᾳ"· τὰ γὰρ συνκριτικὰ οὐκ ἀεὶ ὁμοίω̣ς λέγεται. ἐν γοῦν τῷ εὐαγγελίῳ ὁ ̓Ιωάννης λέγει· "ἠγάπησαν οἱ αυ̣νθρωποι μᾶλλον τὸ σκότος η τὸ φῶς", δηλονότι λέ 48 γων κατὰ τὴν πρόχειρον ἀπόδοσιν οτι ἀμφότερα "ἀγαπῶν-τες μᾶλλον τὸ σκότος η τὸ φῶς ἠγάπησαν". ἀλλ' ἡ ἐπιφορὰ τοῦ ῥητοῦ οὐκ ἐᾷ τοῦτο νοεῖν· ἐπήγαγεν γὰρ οτι "πᾶς ὁ πο-νηρευόμενος μισεῖ τὸ φῶς". εἰ ουν "μισεῖ τὸ φῶς", πῶς "μᾶλλον" αὐτοῦ τὸ "σκότος" τις "ἠγάπησεν"; τὸ ωδε ουν οὐ συνκριτικόν ἐστιν, ἀλλὰ προκειμένων ἑκατέρων τὸ εν "ἠγά-πησεν", τὸ ετερον δὲ ἀπεστράφη. ουτω λημπτέον καὶ τὸ "φιλ ήδονοι μᾶλλον η φιλόθεοι"· οὐχ οτι καὶ τὴν ἡδονὴν φιλοῦσιν καὶ τὸν θεόν, μᾶλλον δὲ τὴν ἡδονήν, ἀλλὰ ταύτην ἐφίλ̣ησαν, ο̣ὐδαμῶς δὲ τὸν θεόν. τοιοῦτόν ἐστιν καὶ τὸ "ἠγάπησαν κακίαν ὑπὲρ ἀγαθοσύνην"· φαῦλός ἐστιν περὶ ου ταῦτα λέγεται· ουτος δέ ἐστιν ὁ διαβαλὼν τὸν ∆αυὶδ τῷ Σαοὺ̣λ ∆ωὴχ ὁ Σύρος 2,13b ὡς περισσεία τοῦ φωτὸς ὑπὲρ τὸ σκότος. μὴ γὰρ ολως συνκρίνεται τὸ "σκότος" τῷ "φωτί"· πλέον τι τοῦ "σκότους" ευ̣χει, φθαρτικόν ἐστιν τοῦ "σκότους", ευ̣νθα, ἐὰν ἐπιβῇ τὸ "φῶς", ἀφανίζεται τὸ "σκότος". ευ̣χει ουν σύν- κρισιν ομως, ἐπειδὴ διὰ παραδειγμάτων δείκνυται καὶ τὰ ὁμώνυμα ἐκ τῶν προσπαραλαμβανομένων σαφηνίζεται. ἐπεὶ τὸ τόδε "ὑπὲρ" τόδε καὶ συνκριτικῶς λαμβάνεται, οταν ἀμφότερα ευ̣χωσιν εν καὶ τὸ αὐτὸ, ἀλλὰ τὸ ετερον πλειόνως, καὶ οταν τὸ μὲν ευ̣χῃ τὸ δὲ μὴ ευ̣χῃ, διὰ τοῦτο τὸ παράδειγ μα δείκνυσιν οτι ὡς τὸ "φῶς" περισσό̣τε̣ρ̣ον ευ̣χε̣ι, ε̣ἰ̣ λαμβάνεται συ̣νκριτικῶς, ουτως ἡ "σοφία" τῆς "ἀφροσύνης" πλέον τι ευ̣χει. ευ̣σ̣τι γ̣ὰρ̣ "φ̣ῶ̣ς̣" μ̣ὲν ἡ "σοφί̣α", "σκότ̣ο̣ς̣" δ̣ὲ̣ ἡ "ἀφροσύνη".