1
Fragmenta in Matthaeum
1 Mt 1, 16 Αἱ ἐπαγγελίαι πρὸς τὸν ∆αβὶδ ἐγένοντο καὶ τὸν Ἀβραὰμ ὡς ἐξ αὐτῶν φανήσεται ὁ Χριστὸς οὐχὶ τοῦ Χριστοῦ τι μέλλοντος ἐντεῦθεν ὠφελεῖσθαι, ἀλλὰ τοῦ θεοῦ τιμῶντος ἐκείνους. οἱ τοίνυν εὐαγγελισταὶ τοῦτο μὲν ὅτι κατὰ τὰς προφητικὰς φωνὰς ἐγένετο δεῖξαι ἠβουλήθησαν· ἵνα δὲ μὴ νομισθῶσιν οὕτω περὶ τούτου σπουδάζειν ὡς ἂν τοῦ Χριστοῦ μέλλοντος ἐντεῦθεν δείκνυσθαι μεγάλου, τὴν μὲν Μαρίαν παρέλιπον, ἣν ἀληθῶς συνέβη μητέρα γενέσθαι τοῦ θεοῦ, τὸν δὲ Ἰωσὴφ ἐγενεαλόγησαν κατ' ἔμφασιν ἤ τινα σαφῆ μᾶλλον ἀπόδειξιν δεικνύναι βουλόμενοι ἐκεῖθεν τὸν Χριστόν, ἐκεῖνο σαφὲς ποιοῦντες τοῖς ἐντυγχάνουσιν, ὅτι οὐδὲ διαφέρει διὰ τῆς Μαρίας ἢ τοῦ Ἰωσὴφ τὸ γένος εἰπεῖν τοῦ Χριστοῦ· πῶς γὰρ ἡ μὴ κατὰ νόμον αὐτὸν γεννήσασα γυναικῶν; εἰ δὲ καί τι τῆς Μαρίας ἐλήφθη, ἐξ οὗ τὸ κατὰ σάρκα διεπλάσθη Χριστὸς οὐ φυσικῶς, ἀλλὰ παραδόξως τοῦ ἁγίου πνεύματος βραχὺ μέν τι λαβόντος ἐξ αὐτῆς, διαπλάσαντος δὲ ἀπ' ἐκείνου τῷ θεῷ λόγῳ τὸν ναόν. ὡς φαίνεσθαι μὲν ἐκ τῆς συγγενείας τοῦ ∆αβὶδ κατά γε τὰς προφητικὰς δειχθέντα φωνάς, φαίνεσθαι δὲ αὐτὸν οὐ σεμνυνόμενον τῷ γένει αὐτῶν, ἀλλ' εἴπερ ἄρα τὸ ἀληθὲς εἰπεῖν ἐκείνους σεμνύνοντα οὓς ἐπιγράφεσθαι πατέρας ἐβούλετο. 2 Mt 1, 17 ∆ιὰ τοῦτο ἐμνήσθη τῶν τριῶν διαιρέσεων, ἵνα δείξῃ τοὺς τῶν κριτῶν πρὸ τῶν βασιλέων χρόνους ἕως ∆αβίδ· τοῦ γὰρ Σαοὺλ οὐ μνημο νεύει διὰ τὸ ἀδόκιμον αὐτὸν γεγονέναι καὶ κατὰ ὀργὴν τοῦ θεοῦ δοθῆναι. διὰ τοίνυν τὰς διαφόρους καταστάσεις τῶν ἀρξάντων παρὰ Ἰουδαίοις, τῶν κριτῶν, βασιλέων, τῶν ἱερέων, ἐποιήσατο τὴν διαίρεσιν. εἰ καὶ δέκα δὲ καὶ ἑπτά εἰσιν οἱ βασιλεῖς ἀπὸ ∆αβὶδ ἕως Ἰεχωνίου, ἀλλὰ τοὺς τρεῖς παραλιπὼν ὁ εὐαγγελιστὴς οὐκ ἐσφάλη· οὐ γὰρ διαδοχὰς προέθετο εἰπεῖν βασιλέων, ἀλλὰ γενεάς. καὶ ἵν' ἀπαντήσῃ ὁ ἀριθμὸς τῶν τεσσάρων καὶ δέκα γενεῶν , παρέλιπε τοὺς τρεῖς· οὐ γὰρ γενεὰν χρόνου ἀνθρώπου καθ' ὅν τις παιδοποιεῖ ἀδήλου ὄντος τούτου, ἀλλὰ τινῶν ἀριθμὸν ἐνιαυτῶν <εἰσηγήσατο>. διὸ οὓς ᾔδει ἀρκεῖν αὐτῶν εἰς τὸν ἀριθμόν, τούτους παρέλαβεν, μὴ φροντίσας τῶν προσώπων. οὕτως καὶ ἐπὶ τῆς τρίτης τέσσαρας καὶ δέκα <περιεχούσης> δώδεκα μόνους ἀριθμεῖ ὡς ἀρκούντων καὶ τούτων ἀναπληρῶσαι τὰ ἐκ τῶν τεσσάρων καὶ δέκα γενεῶν. μᾶλλον δ' ἐν τῇ τρίτῃ γενεαλογίᾳ εὑρίσκονται τέσσαρες καὶ δέκα συναριθμουμένου καὶ αὐτοῦ τοῦ Χριστοῦ καὶ τοῦ δευτέρου Ἰεχωνίου, ὃς καὶ Ἰωακεὶμ ἐκαλεῖτο ἀπόγονος ὢν Ἰωσίου. εἰπὼν τοίνυν τοὺς προγόνους ἅπαντας καὶ τελευτήσαςὅτι δι' ἐκείνην καὶ τοῦτον ἐγενεαλόγησεν. 3 Mt 1, 23 Τῇ ἀρχαιότητι τῆς προφητείας πιστοῦται τὸν λόγον ὁ ἄγγελος· τῷ δὲ Ἄχαζ ἐλέχθη ὁ λόγος οὗτος, ὅτε ἐπεστράτευσαν κατ' αὐτοῦ βασιλεὺς Σαμαρείας καὶ Συρίας, ἐπειδὴ ἠγωνία μὴ λάβωσιν τὴν πόλιν καὶ καταστήσωσιν βασιλέα τὸν υἱὸν Ταβεήλ, ὁ θεὸς τὸν χρησμὸν αὐτῷ τοῦτον εἶπε δηλῶν, ὅτι ἕως οὗ ὁ Χριστὸς τεχθῇ ἐκ τῆς παρθένου, οὐκ ἂν παύσονται οἱ ἐκ γένους ∆αβὶδ ἄρχοντες Ἰσραήλ. καὶ ἔμεινεν πεντεκαίδεκα ἔτη ἐν τῇ βασιλείᾳ καὶ ἀπέθανεν. καὶ γέγονεν ὁ υἱὸς αὐτοῦ βασιλεὺς ὢν ἐτῶν εἴκοσι καὶ τεσσάρων ὡς εἶναι Ἐζεκίαν ἐτῶν ἐννέα, ὅτε ὁ πατὴρ αὐτοῦ ἐβασίλευσεν. πῶς οὖν Ἰουδαῖοι τὸν χρησμὸν λέγουσιν ἐπὶ Ἐζεκίου ἀποβῆναι τοῦ πρὸ τῆς βασιλείας τοῦ πατρὸς τεχθέντος πρὸ ἐτῶν ἐννέα, ἵνα συγχωρήσωμεν, ὅτι ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐδόθη ὁ χρησμὸς οὗτος. καὶ μή τις λεγέτω αἰσχρὰν τὴν ἐκ γυναικὸς γέννησιν· πρῶτον μὲν γὰρ ἡ ἀσώματος τοῦ θεοῦ φύσις οὐ πέφυκε μολύ νεσθαι φῶς ὑπάρχουσα, ὅπου γε οὐδὲ τὸ αἰσθητὸν τῶν φωστήρων φῶς μολύνεται πλησιάζον ἀκαθάρτοις τόποις. ὅλως δὲ ὁ διὰ τῆς διαπλάσεως μὴ μολυνθεὶς ἐν τῷ δημιουργεῖν τὴν γυναῖκα οὐδὲ ἐν τῷ σαρκοῦσθαι ἐξ αὐτῆς ἐμολύνθη. ταῦτα γὰρ πρὸς τὰς τῶν