1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

13

τοῖς μαθηταῖς τὰ οὐράνια μυστήρια καὶ τοῖς τῆς ἐκκλησίας μυσταγωγοῖς, ἑκάστῳ κατὰ τὴν ἀναλογίαν τῆς θεοσεβείας τὸ ἁρμόδιον δούς.

127 Mt 25, 18 Κατακρύψαι τὸ τάλαντον λέγει τὸ μηδὲν ἐργάσασθαι τῶν

δεόντων, ἀλλὰ ἀφανίσαι τὴν χάριν τὴν δοθεῖσαν αὐτῷ. 128 col1 Mt 25, 24-27 Τὰ παρ' αὐτοῦ λεγόμενα τίθησιν εἰς ἔνδειξιν τῶν λόγων ἤτοι καὶ τῶν λογισμῶν, οἷς ἔθος κεχρῆσθαί τινας λέγοντας, ὅτι οὐ χρεία μοι πόνου οὐδὲ τοῦ ὑπὲρ ἑτέρων εὐθύνας ὑπέχειν, ὃ καλῶς εἶπεν θερίζειν ὅπου οὐκ ἔ σπειρεν· τοῦτο γάρ ἐστι τὸ παρὰ τῶν λειτουργῶν εὐθύνας ἀπαιτεῖν τὸν κριτὴν τῆς ἑτέρων ῥᾳθυμίας· ὡς γὰρ οὐκ ἔνεστί τινα θέρος ἐκεῖθεν ἐκδέχεσθαι, ἔνθα μὴ γέγονε σπόρος, οὕτως οὐκ ἔνεστιν, φησίν, ἐμὲ ὑπὲρ ἑτέρου εὐθύνας ἕτερον αἰτεῖν. διό φησιν, εἰ τοῦτο ᾔδεις, πολλῷ μᾶλλον ἐχρῆν σε τὰ οἰκεῖα ἐπιδείξασθαι· εἰ γὰρ τὰ ἑτέρων, ὡς φῇς, μέλλω ἀπαιτεῖν, πολλῷ μᾶλλον σὲ ἀπῄτησα ἂν τῶν οἰκείων εὐθύνας, καὶ τοὺς μαθητευομένους δὲ τὸν προσήκοντα καρπὸν ἀπὸ τῆς ἐργασίας τῆς σῆς, εἰ σὺ περὶ αὐτοὺς ἦσθα τὰ δέοντα ἐπιδειξάμενος· δείκνυσι γὰρ ἐνταῦθα, ὅτι ἕτερον ὑπὲρ ἑτέρου εὐθύνας οὐκ ἀπαιτεῖ, ἀλλὰ παρὰ μὲν τῶν διδασκάλων τὰ οἰκεῖα, παρὰ δὲ τῶν μαθητευομένων τὴν ὑπακοήν. Τὰ παρ' αὐτοῦ λεγόμενα τίθησιν εἰς ἔνδειξιν τοῦ κακὸν εἶναι τὸν δοῦλον καὶ πονηρόν· καὶ γὰρ εἶπε· θερίζεις ὅπου οὐκ ἔσπειρας. διὸ μᾶλλον ἔδει σπουδαιότερον αὐτὸν γενέσθαι. ὁ δὲ τοῦτο καταλιπὼν τὸ ἐναντίον εἴρηκεν, ὃ δὴ κατακεκριμένον αὐτὸν ἀποδείκνυσι· ὡς γάρ φησιν· οὐκ ἔνεστί τινα θέρος ἐκεῖθεν λαβεῖν, ἔνθα μὴ γέγονε σπόρος, οὕτως οὐκ ἔνεστιν ἐμὲ ὑπὲρ ἑτέρου εὐθυνθῆναι. διὰ τοῦτο καὶ κατάκριτος γέγονεν.

129 Mt 26, 26-28 Τοῦτό μου, φησίν, ἐστὶ τὸ σῶμα καὶ τοῦτο τὸ αἷμα, ἵνα μὴ

νομίσῃς τύπον εἶναι τὰ τοιαῦτα, ἀλλ' ὅτι ὁ ἄρτος αὐτὸ ἐκεῖνο τὸ σῶμα τοῦ κυρίου καὶ τὸ αἷμά ἐστι μεταποιούμενον εἰς σάρκα καὶ αἷμα τοῦ κυρίου ἡμῶν ἀρρήτῳ ἐνεργείᾳ τοῦ ἁγίου πνεύματος.

130 Mt 27, 26 ∆ιὰ τί ἐφραγέλλωσεν; ἢ ὡς κατάδικον νόμου κελεύοντος τοὺς

σταυρουμένους πρῶτον μαστίζεσθαι καὶ οὕτω τῇ τιμωρίᾳ ἀποδίδοσθαι 131 Mt 27, 45 Φλέγων γάρ τις ὀνόματι φιλόσοφος παρ' Ἕλλησιν μέμνηται τοῦ σκότους τούτου· παραδόξως γέγονε γὰρ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τῆς σελήνης, ὅτε ἀπέχει τοῦ ἡλίου πολὺ διάστημα, ὅσον ἀπ' ἀρχῆς τοῦ οὐρανοῦ ἕως τέλους. αἱ δὲ ἡλιακαὶ ἐκλείψεις τότε εἰώθασι γίνεσθαι, ὅταν πλησιάσωσιν ἀλλήλοις οἱ δύο οὗτοι φωστῆρες. δεῖγμα δὲ ἦν τὸ σκότος τοῦ μέλλοντος λαβεῖν τοὺς μιαιφόνους ἐκείνους.

133 Mt 28, 19-20 Ἀρχὴν τῆς διδασκαλίας τῶν ἐθνῶν τὸ βάπτισμα δίδωσιν, ὅτι

πρότερον μέν ἐστι τὸ καθαρθῆναι, δεύτερον δὲ τὸ πληρωθῆναι τῶν ἀγαθῶν. τῷ δὲ βαπτίσματι συνῆψε τὴν τῆς τριάδος θεολογίαν τὴν καινὴν εἰσάγων χάριν, ὅτι ἦν βαπτίσματα δι' ὕδατος ἐν νόμῳ καὶ παρὰ Ἰωάννῃ γε τὸ δι' ὕδατος ἔτι· μετὰ δὲ τῆς πρὸς θεὸν συναφείας οὐκ ἦν βάπτισμα πώποτε. νῦν δὲ ἡ συνάφεια πρῶτον, ὅτε νέος ἀπὸ τοῦ βαπτίσματος ἄνθρωπος ὡσπερεὶ ζῶν ἐκ νεκρῶν πληρούμενος ἁγίου πνεύματος, ὅπερ ἐστὶ δῶρον Χριστοῦ, οὗ ἡ ἀρχὴ ὁ πατήρ. διόπερ ἀναγκαία τῆς τριάδος ἡ ὀνομασία. καὶ ὅπου ἂν ὑπεξαιρῇ τις ὄνομα, κολοβὸν ποιεῖ τὸ τῆς θεολογίας· ἀτελὲς μέν, ἐὰν τὸ πνεῦμα περιαιρῇ· διεστῶσαι δὲ τοῦ τέλους τὴν ἀρχήν, ἐὰν τὸ μέσον ἐξαιρῇ, τὸν υἱόν. ἀδύνατον δὲ τὸν κατὰ μίαν ἐνέργειαν γινόμενον ἁγιασμὸν ἐκ διαφόρων καὶ ἀσυναρτήτων οὐσιῶν ἐπιτελεῖσθαι· ἀσεβὲς γὰρ τὸ τὰ ἑτεροφυῆ καὶ ἀσύναπτα μιᾷ τῇ ἐνεργείᾳ περιλαβεῖν. τριάδα τοίνυν τοῖς μαθηταῖς