1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

12

115 Mt 23, 16-22 Τὸν ἐν τῷ ναῷ χρυσὸν λέγει τὰ εἰς δόξαν θεοῦ χρυσᾶ σκεύη ἀνατιθέμενα ἐν τῷ ἱερῷ ἤτοι τὰ χρυσᾶ Χερουβὶμ ἢ τὴν χρυσῆν στάμνον τὴν ἔχουσαν τὸ μάννα, ἅπερ προτιμότερα εἶναι ὑπελάμβανον Ἰουδαῖοι τοῦ ναοῦ. διὸ καὶ κατεγινώσκοντο ὑπὸ τοῦ κυρίου, ὅτι οὐ μόνον παρεώρων τοὺς ὀμνύοντας καὶ συνεχώρουν αὐτοῖς ὀμνύειν, ἀλλ' ὅτι ἔλεγον· οὐδέν ἐστι τὸ κατὰ τοῦ ναοῦ ὀμόσαι· ἢ καὶ εἴθιζον τὸν λαὸν ἀδιαφόρως ἐπιορκεῖν κατὰ τοῦτο. διὸ καὶ ὁ κύριος ἀποφαντικῶς φησιν, ὅτι ὁ ὀμνύων ἐν τῷ ναῷ κατὰ πάντων τῶν ὄντων ἔσω ἐν τῷ ναῷ ὀμνύει· καὶ ἐπὶ τῶν ὁμοίων τὸ αὐτό. ἔχει δὲ ὁ λόγος αἴνιγμα κατ' αὐτῶν· ἀνθ' ὧν τὸν Χριστὸν οὐ δεχόμενοι τὴν ἀλήθειαν τὸν Μωυσέα καὶ τοὺς δι' αὐτοῦ τύπους τιμιωτέρους ἔκρινον τοῦ Χριστοῦ τὸν μὲν Χριστὸν τὸν ἁγιάζοντα Μωυσέα ἀθετοῦντες, ἐπαινοῦντες δὲ τὸν νόμον, ὥσπερ ἦν καὶ ἐπαινετός, οὐχ ὅτι ἔχει τὰς σκιὰς καὶ τοὺς τύπους, ἀλλ' ὅτι προανατυποῖ τῆς ἐν Χριστῷ λατρείας τὸ ἀληθὲς μυστήριον, ὡς καλὸς ὁ χρυσὸς διὰ τὸν ἁγιάζοντα αὐτὸν ναὸν καὶ καλὸς ὁ οὐρανὸς διὰ τὸν ἁγιάζοντα αὐτὸν θεὸν καὶ ἐνοικοῦντα ἐν αὐτῷ. 116 Mt 23, 25-26 Ἀνθρωπίναις δὲ παραδόσεσιν ἀκολουθοῦντες ἔπλυνον τὰ ποτήρια καὶ τὰς παροψίδας, ἐμόλυνον δὲ αὐτὰ διὰ τῶν ἔσωθεν ἐπιβαλλομένων, ἐν αὐτοῖς οἶνον ἐκ συκοφαντιῶν πίνοντες καὶ ἐξ ἁρπαγῆς ἐ σθίοντες. διὸ ἀπέχεσθαι τούτων παραγγέλλει, ἵνα δι' ὧν καθαρῶν πίνουσιν οἶνον οὐκ ἐξ ἀδικίας πορισθέντα καθαρὸν γένηται καὶ τὸ πινόμενον, ὅπερ ἔσωθέν ἐστι τοῦ ποτηρίου.

117 Mt 24, 1 Ἐξελθὼν τοῦ ἱεροῦ ὁ κύριος διδάσκει μὴ προσέχειν τοῖς

ἐπιγείοις, κἂν θεῷ ἀνακείμενα ᾖ. 118 Mt 24, 9 Πολλὰ ἐθλίβησαν οἱ ἀπόστολοι ὑπὸ Ἰουδαίων καὶ ἐθνῶν ἐπιβουλευόμενοι, οἳ καὶ ἐσκανδαλίζοντο κατ' αὐτῶν. 119 Mt 24, 10 Ὅτι τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν ὁδεύοντες, πολλοὶ ὄντες καὶ τῶν δοκούντων πιστεύειν, σκανδαλισθήσονται. 120 Mt 24, 11 Ψευδοπροφήτας λέγει τοὺς αἱρετικοὺς τοὺς πλανήσαντας πολλοὺς τῶν ἀκεραιοτέρων ἐπὶ τῆς συντελείας. 121 col1 Mt 24, 15 Βδέλυγμα τῆς ἐρημώσεως Ἰουδαῖοι οἴονται τὸ τελευταῖον Ῥωμαίων μηχάνημα ἢ εἰσπεμφθεῖσαν εἰς τὸν ναὸν χοιρείαν κεφαλὴν εἶναι τὸ βδέλυγμα ἢ τὰς ὑπὸ Πιλάτου εἰς τὸ ἱερὸν εἰσαχθείσας σημείας. Βδέλυγμα τῆς ἐρημώσεως οἱ Ἰουδαῖοι ὑπολαμβάνουσι τὸ τελευταῖον τῶν Ῥωμαίων μηχάνημα, τοῦτ' ἔστιν τὴν πεμφθεῖσαν εἰς τὸν ναὸν ὑπὸ Ῥωμαίων χορείαν κεφαλὴν ἢ τὰς ὑπὸ Πιλάτου εἰσαχθείσας σημείας ἢ ὅπερ αἰνίττεται ὁ Ἰώσηπος γεγενῆσθαι ἐν τῇ πολιορκίᾳ τῶν Ἱεροσολύμων· καὶ γὰρ γυναῖκες θύσασαι τὰ ἑαυτῶν τέκνα ἔφαγον. 122 Mt 24, 15 Βδέλυγμα ἐρημώσεως καθολικῶς ὁ ἀντίχριστος, γέγονε δὲ καὶ βδέλυγμα τῆς ἐρημώσεως τῆς Ἰερουσαλὴμ ἡ εἰκὼν Καίσαρος, ἣν ἀνέστησε Πιλᾶτος ἐν τῷ ναῷ. 123 Mt 24, 19 Ἴσως τοῦτο αἰνίττεται, ὅ φησιν Ἰώσηπος γεγενῆσθαι, ὅτε ἐν τῇ πολιορκίᾳ ἀπὸ λιμοῦ βιασθεῖσαι θύσασαι τὰ ἑαυτῶν τέκνα ἔφαγον. 124 Mt 24, 27 Ὥσπερ γὰρ ἡ ἀστραπή· τροπικῶς ἡ τῆς ἀληθείας ἀστραπή, ᾗ ἔοικεν ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἐν πάσῃ ἐξομαλίζεται νομικῇ, προφητικῇ, εὐαγγελικῇ, ἀποστολικῇ γραφῇ. καὶ ἐξελθοῦσα ἀπὸ ἀνατολῶν, τῶν ἀρχῶν τοῦ θεοῦ, φαίνεται ἕως τῶν κατὰ τὴν οἰκονομίαν τοῦ πάθους δυσμῶν. ὅρα δὲ εἰ μία ἀνατολὴ ὁ νόμος, μία δύσις τὸ πέρας τοῦ νόμου. ἄλλη ἀνατολὴ ἕως δύσεως Ἰησοῦς Χριστὸς ἕως Παύλου, ᾧ ἐσχάτῳ πάντων ὡσπερεὶ ἐκτρώματι ἐφάνη. 125 Mt 24, 28 Ὅπου γὰρ τὸ κατὰ τὴν οἰκονομίαν τοῦ πάθους πτῶμα πεσὸν στήσεται, συναχθήσονται οὐχ οἱ τυχόντες, ἀλλ' οἱ ὑψηλότατοι μαθηταὶ καὶ τὰ ὑψηλὰ φρονοῦντες καὶ γινώσκοντες, τοῦτ' ἔστιν τὰ τῆς θεότητος μυστήρια. διὸ οὐ γῦπας εἴρηκεν οὐδὲ κόρακας, ἀλλὰ τὸ μὴ νεκροβόρον ζῷον, τοῦτ' ἔστιν τὸν ἀετόν· ὡς γὰρ λέγουσιν οἱ ἱστοροῦντες περὶ αὐτοῦ, ὅτι οὐδενὸς ἅπτεται θνησιμαίου. 126 Mt 25, 14 Ἐκδημίαν αὐτοῦ καλεῖ τὴν εἰς οὐρανοὺς ἄνοδον, ὅτε καὶ παρέδωκε