1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

3

ἠρώτησαν καὶ διδασκάλους ἔσχοννῦν δὲ φαίνεσθαι καὶ φανέντα ἵστασθαι. χειραγωγήσας γὰρ αὐτοὺς πρὸς τὴν φάτνην, οὐκ ἄνωθεν αὐτῶν δείκνυται, ἀλλὰ κάτω κατελθὼν ἔστη οὗ ἦν τὸ παιδίον, ὑπὲρ αὐτῆς ὡς εἰπεῖν τῆς κεφαλῆς. 12 col1 Mt 2, 13-15 Ἀναχωρήσαντες οἱ μάγοι ἄπρακτον ἐποίησαν τὴν Ἡρώδου πονηρίαν. ὅμοιον δὲ τῷ ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου κεῖται ἐν Ἀριθμοῖς· θεὸς ἐξ Αἰγύπτου ἐκάλεσεν αὐτόν· δόξα ὡς μονοκέρωτος αὐτῷ. Τὸ ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν γέγραπται· θεὸς ἐξ Αἰγύπτου ἐκάλεσεν αὐτόν· δόξα ὡς μονοκέρωτος αὐτῷ.

13 Mt 3, 5-6 Ἀκούσαντες οἱ ὄχλοι τὴν ὑπερβάλλουσαν τοῦ ἀνδρὸς πολιτείαν ἐπεθύμουν αὐτὸν ἰδεῖν. καὶ διὰ τοῦτο, ὅτε ἤκουσαν, ὅτι παραγέγονεν, πάντες συνέτρεχον πρὸς αὐτὸν ὡς πρὸς ἄνθρωπον ἐκ θεοῦ ἀπεσταλμένον. τὸ δὲ ἐξωμολογοῦντο ἐπ' αὐτοῦ, ἵν' ὥσπερ ἱερεὺς προσαγάγῃ τὰς ὑπὲρ αὐτῶν θυσίας. 14 Mt 3, 9 Ἀθρύπτως τὴν τῆς σαρκὸς ἐκβαλὼν συγγένειαν τὴν ἀπὸ τῆς πίστεως εἰσάγει· ἡ γὰρ μίμησις τῆς ἀρετῆς ποιεῖ τὴν ἀληθῆ συγγένειαν· ᾔδει γὰρ ὅτι τούτοις καυχώμενοι ἠμέλουν τῆς κατὰ ψυχὴν ἀρετῆς. 15 Mt 3, 9 Εἰ ἐκ τῶν λίθων δίδονται τέκνα τῷ Ἀβραάμ, οὐ τῇ ἕξει τῆς σαρκὸς καὶ πνεύματος, ἀλλὰ τῇ ἕξει τῆς ἀρετῆς· τοῦ θεοῦ οὖν ὁ λαὸς χρηματίζει πατέρα τὸν Ἀβραάμ. καὶ πῶς ἢ διὰ τί, ζήτει. 16 Mt 3, 9 Οἱ λίθοι λαμβάνονται εἰς στεῖραν καὶ εἰς τὴν εἰδωλολατρείαν τῶν ἐθνῶν. πρὸς τούτοις θεώρει καὶ τὴν πεπηγυῖαν ὡς λίθον καρδίαν τοῦ δράκοντος. 18 Mt 3, 11 Ὁ ὀπίσω μου ἀντὶ τοῦ ὁ μετ' ἐμέ· τὸ δὲ ἐρχόμενος ἀντὶ τοῦ ὁ φανερωθησόμενος. ἐν πυρὶ λέγονται αἱ τῶν ἁγίων ψυχαὶ βαπτίζεσθαι εἰλικρινῶς ὡς τὸ τῆς εὐσεβείας παραδεχόμεναι μυστήριον διὰ τὸ ἐν πυρίναις γλώσσαις κατεληλυθέναι τὸ πρῶτον ἐπὶ τοὺς μαθητὰς τὸ πνεῦμα, δι' οὗ ἐβαπτίσθησαν τελειωθέντες τὰς ψυχάς. ἢ ὅτι ἐν τῷ μέλλοντι αἰῶνι πάντες πυρὶ μέλλουσι βαπτισθῆναι· πᾶν γὰρ πυρὶ ἁλισθήσεται, ἵνα ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστιν, τὸ πῦρ δοκιμάσῃ τὴν *** ὑπὲρ νοῦν, τῷ δὲ ὑλικῷ τὸ πῦρ <ἀντέθηκεν>, οὐ πονηρὸν οὐδὲ κακὸν ὑπάρχον, ἀλλ' ἰσχυρὸν καὶ κακοῦ καθαρτικόν· ἀγαθὴ γὰρ δύναμις τὸ πῦρ νοεῖται καὶ ἰσχυρά, φθαρτικὴ τῶν χειρόνων καὶ σωστικὴ τῶν ἀμεινόνων. διὸ καὶ φρόνιμον λέγεται παρὰ τοῖς προφήταις. οὕτως οὖν καὶ ὅτε ἂν ὁ θεὸς λέγηται πῦρ καταναλίσκον, οὐ κακίας, ἀλλὰ δυνάμεως ὄνομα καὶ σύμβολον ἐκδεκτέον· ὡς γὰρ τὸ πῦρ ἰσχυρότατον τῶν στοιχείων καὶ πάντων κρατοῦν, οὕτως καὶ ὁ θεὸς παντοδύναμος καὶ παντοκράτωρ, δυνάμενος κρατῆσαι, κτίσαι, ποιῆσαι, τρέφειν, αὔξειν, σῴζειν, ὁ σώματος καὶ ψυχῆς ἐξουσίαν ἔχων. ὡς οὖν τῶν στοιχείων ὑπερέχει τὸ πῦρ, οὕτως θεῶν τε καὶ δυνάμεων καὶ ἀρχῶν ὁ παντοκράτωρ. διπλῆ τε ἡ δύναμις τοῦ πυρός, ἣ μὲν πρὸς δημιουργίαν καὶ πέπανσιν καρπῶν καὶ ζῴων γένεσιν καὶ τροφὴν ἐπιτήδειος, ἧς εἰκὼν ἥλιος, ἣ δὲ πρὸς ἀνάλωσιν καὶ φθοράν, ὡς τὸ πῦρ τὸ ἐπίγειον. πῦρ οὖν ὅταν λέγηται θεὸς καταναλίσκον, δύναμις ἰσχυρὰ καὶ ἀπροσάντητος, ᾗ μηδὲν ἀδύνατον, ἀλλὰ καὶ τὸ ἀπολέσαι δυνατόν. περὶ τῆς τοιαύτης δυνάμεως καὶ ὁ σωτὴρ λέγει· πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, δηλονότι δύναμιν τῶν μὲν ἁγίων καθαρτικήν, τῶν δὲ ὑλικῶν ὡς μέν φασι τινὲς ἀφανιστικήν, ὡς δὲ ἡμεῖς ἂν φαίημεν, παιδευτικήν. ἔχει δὲ καὶ φόβον τὸ πῦρ καὶ διάχυσιν τὸ φῶς. 19 Mt 3, 12 Ὡς κριτὴς ὁ Χριστὸς ἀποχωρίζει τοὺς καθαροὺς ἐν βίῳ ἀπὸ τῶν ἀδίκων. Mt 3, 15 Οὐχ ὡς ἁμαρτίας μέτοχος καὶ ἐκ ταύτης καθαίρεσθαι δεόμενος ὑπὸ Ἰωάννου ὁ σωτὴρ βαπτίζεται, ἀλλ' ὡς ἂν μὴ ἀντίθεος νομισθείη μὴ πληρῶν τὰ τοῦ νόμου καὶ ἵνα δείξῃ τὸν Ἰωάννην ἐκ θεοῦ ἀπεσταλμένον καταδέχεται ὑπ' αὐτοῦ βαπτισθῆναι. 21 Mt 3, 15 Ὁ κατὰ νόμον τέλειος τὸ Ἰωάννου βάπτισμα βαπτιζόμενος εἰς τὸ τοῦ νόμου τέλος ἔφθασεν. διὸ καὶ ὁ Χριστὸς ὡς τέλειος ἐν νόμῳ ἐβαπτίσθη τὸ Ἰωάννου βάπτισμα· ὅθεν ἔλεγεν· οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην.