1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

5

αὐτὸν ἰάσασθαι τὸν υἱὸν τοῦ βασιλικοῦ· ἄξιος γάρ ἐστιν ᾧ παρέξεις τοῦτο, ὅτι καὶ τὴν συναγωγὴν ἡμῶν αὐτὸς ᾠκοδόμησεν. ∆ίδου, φησίν, ἀεὶ καὶ μὴ ἀναίνου, κἂν φίλος, κἂν ἐχθρός, κἂν πιστός, κἂν ἄπιστος τυγχάνῃ ὁ αἰτῶν καὶ εὐεργέτει διηνεκῶς τὸν δεόμενόν σου τῆς ἀντιλήψεως. 39 Mt 5, 44 Ὑπερεύχου τῶν ἐχθρῶν ἐν τούτῳ αὐτοὺς ἀμυνόμενος, ἐν τῷ μὴ συνεῖναι αὐτοῖς ἐμμένουσι τῇ πονηρίᾳ. 40 Mt 5, 44 Ὁ τοῦ κυρίου νόμος καὶ φύσιν καὶ τὸν θεῖον ὑπεραναβαίνει νόμον, φημὶ δὴ τὸν Μωσέως· τὰ γὰρ παρὰ ἀνθρώποις ἀδύνατα, δυνατὰ παρὰ τῷ θεῷ. πλὴν οὐκ ἀδύνατα νομοθετεῖ ὁ Χριστὸς ὡς ἔδειξε Στέφανος ἐν τῷ καιρῷ τοῦ πάθους κλίνων τὰ γόνατα καὶ ὑπερευχόμενος τῶν λιθαζόντων αὐτόν, ὁμοίως καὶ Παῦλος ὁ τοσαῦτα παθὼν ὑπὸ Ἰουδαίων καὶ ὑπερευχόμενος αὐτῶν. τὸ οὖν σπάνιον δείκνυσιν, ὅτι οὐκ ἀδύνατα, εἰ καὶ τοῖς πολλοῖς ἐστι δυσκατόρθωτα διὰ τὸ μὴ εἰς ἄκρον τὴν ἀρετὴν ἐργάζεσθαι. 42 Mt 5, 45 Ὁ μιμητὴς τοῦ θεοῦ καὶ Χριστοῦ τὸν ἐν αὑτῷ λόγον ἥλιον καὶ τὴν ἐν αὑτῷ λάμπουσαν δικαιοσύνην ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ τὸν διὰ στόματος λόγον αὑτοῦ ὑετὸν οἰκονομικῶς βρέχει ἐπὶ δικαίους καὶ ἁμαρτωλούς. 43 Mt 5, 45 Πάντας τοὺς θέλοντας υἱοθεσίας ἀξιωθῆναι δεῖ κατὰ τὸ δυνατὸν μιμεῖσθαι θεὸν ἐν τῷ ἀδιακρίτως εὐεργετεῖν. 44 Mt 5, 46 Οὐ βούλεται ὁ θεὸς ἀνταποδιδόναι τινὶ τῶν εἰς ἡμᾶς ἁμαρτανομένων ὑπ' αὐτοῦ, ἀλλὰ ἀγαπᾶν μᾶλλον καὶ κήδεσθαι παντοίως, ὅτι ἐβλάβησαν μισοῦντες ἡμῶν ὠφεληθέντων.

45 Mt 6, 16-17 Ἀφανισμὸν προσώπου λέγει νῦν τὸ διὰ κενοδοξίαν ὠχρὸν φαίνεσθαι ὡς ἀσκητήν· τὸ δὲ ἀλείφεσθαι καὶ νίπτεσθαι οὐ πρὸς τὸ γράμμα δεῖ νοεῖν, ἀλλὰ τὸ φαιδρὸν ἔχειν τὸ πρόσωπον, δι' οὗ τις πειρᾶται λαθεῖν, ὅτι νηστεύει· τοῦτο γὰρ φιλοδοξίας ἔγκλημα, ὅπερ ὡς ῥύπον ὄντα τῆς ψυχῆς δεῖ ἀπονίπτειν. πλὴν δεῖ καὶ τὸ ἡγεμονικὸν τῆς ψυχῆς δι' ἀρετῆς φαιδρύνειν καὶ διὰ τοῦτο ἀποπλύνειν τοὺς νοητοὺς τοῦ προσώπου ὀφθαλμοὺς καὶ ποιεῖν ὀξεῖς πρὸς κατανόησιν τῆς τῶν κρειττόνων θεωρίας. διὰ οὖν τῶν ἡγεμονικωτέρων τοῦ σώματος μερῶν τὴν τῆς ψυχῆς καθαρότητα σημαίνει· ἐν γὰρ τῷ προσώπῳ εἰσὶν αἱ πολλαὶ τῶν αἰσθήσεων, αἷς ὁ νοῦς κέχρηται πρὸς ὑπουργίαν καλῶν ἢ φαύλων, ἃς νίπτειν λέγει ὁ κύριος τῇ ἀποχῇ τῶν κακῶν, φαιδρύνειν δὲ τῇ τῶν καλῶν ἐργασίᾳ. 46 Mt 6, 22 Λύχνος σώματος ὁ νοῦς, οὗ καθαρεύοντος ὡς ὀφθαλμοῦ ὁδηγεῖται καὶ ἡνιοχεῖται τὰ σωματικὰ πάθη ἐπὶ τὸ εὐπρεπὲς καὶ θεῷ ἀρέσκον. 47 col1 Mt 6, 22-23 Ὁ αἰσθητὸς ὀφθαλμὸς πάντα τὰ παρεμπίπτοντα ὁρᾷ, ὁ δὲ νοῦς ὁ ἁπλοῦς διακριτικῶς τὰ μὲν ἀγαθὰ ὁρᾷ, τὰ δὲ πονηρὰ ἀποστρέφεται, μύων τρόπον τινὰ τοῦ μὴ ἰδεῖν ἢ ψηλαφῆσαι αὐτά· τὸ γὰρ φαῦλον σκότει πονηρίας σκοτίζεται καὶ φῶς νοητὸν φωτὶ ἀληθείας φωτίζεται. Ὁ αἰσθητὸς ὀφθαλμὸς τῶν ὁρατῶν ἀντιλαμβάνεται καὶ διακρίνει ἕκαστον, ποῖον μέν ἐστι τούτων λευκόν, ποῖον δὲ μέλαν καὶ ποῖον ἐν μέσῳ τούτων· ὁ δὲ νοῦς τῶν νοουμένων ἐστὶν ἀντιληπτικός τε καὶ διακριτικὸς καὶ τῶν ἀγαθῶν τε καὶ φαύλων καὶ τῶν ἐν μέσῳ τούτων γνωστικός. ὅθεν τοῦ μὲν ὀφθαλμοῦ τοῦ σώματος σκοτισθέντος ἔσται τὸ σῶμα ὅλον σκοτεινόν, τοῦ δὲ νοὸς παθόντος οὐ μόνον ἡ ψυχὴ σκοτισθήσεται, ἀλλὰ σὺν αὐτῇ καὶ τὸ σῶμα.

48 Mt 7, 14-15 Οὐ ταύτῃ μόνον νήφειν παρεσκεύασεν τῷ εἶναι αὐτὴν στενὴν

καὶ τεθλιμμένην, ἀλλὰ καὶ τῷ προσθεῖναι, ὅτι πολλοὺς ἔχει τοὺς ὑποσκελίζοντας καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ φανερῶς προσβάλλουσιν, ἀλλὰ κρύπτοντες ἑαυτούς· τοιοῦτο γὰρ τῶν ψευδοπροφητῶν τὸ γένος. 49 Mt 7, 15-16 Ἀσφαλίζεται τὸν ἀκροατήν, μή πως ἐπιθυμίᾳ τοῦ ἀκοῦσαι λόγον σεμνὸν προσδράμῃ τινὶ τῶν τὰ τῆς ἐκκλησίας πειρωμένων διαστρέψαι δόγματα, οἳ πρόβατα εἶναι ὑπισχνούμενοι λύκοι εἰσὶ θανατοῦντες τὰ λογικὰ πρόβατα τοῦ Χριστοῦ. 50 Mt 7, 15-20 Πολλοί εἰσιν οἱ