1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

4

22 Mt 4, 4 Τὸ δὲ οὐκ ἐπ' ἄρτῳ· ὁ πρῶτος Ἀδὰμ διὰ τῆς βρώσεως ἥμαρτεν, ὁ

Χριστὸς δι' ἐγκρατείας περιγίνεται καὶ διδάσκει, ὅτι οὐ δεῖ ἀφίστασθαι τοῦ θεοῦ, κἂν λιμώττωμεν. τοῦτο ἀρραβών ἐστι καὶ τῆς μελλούσης καταστάσεως, ὅπερ ἤρξατο ἐν Χριστῷ, ὅτι καὶ δίχα τροφῆς μέλλουσι ζῆν οἱ ἄνθρωποι.

23 Mt 5, 13 Ἅλας τῆς γῆς ἐστι τὸ ψυχικὸν ἄρτυμα. 25 Mt 5, 16 Ἀπάγει δὲ ἡμᾶς

τῆς ἰδίας φιλοδοξίας τὴν τοῦ θεοῦ δόξαν τέλος τῶν ἔργων προτιθείς. 26 Mt 5, 19 Βασιλείαν τῶν οὐρανῶν τίς φησιν οὐ μόνον τὰ ἐνδιαιτήματα τῶν ἁγίων, ἀλλὰ καὶ τὴν τοῦ μέλλοντος αἰῶνος κατάστασιν. 27 Mt 5, 22 ∆ύο εἴρηκε, τὸ ὃς ἂν εἴπῃ ῥακὰ καὶ τὸ ὃς ἂν εἴπῃ μωρέ, τὴν μὲν μωρίαν ἐπὶ τῆς ψυχῆς λαβών, τὸ δὲ κατάπτυστον ἐπὶ τῶν σωματικῶν, τοῦτο βουλόμενος εἰπεῖν, ὅτι· ὃς δ' ἂν δι' ὑπερηφανίαν κατὰ τῶν ὁμοπίστων ἐπαίρηται μισῶν τε αὐτοὺς καὶ ἀποστρεφόμενος ἢ καὶ μυσαττόμενος ἢ πολλάκις ὡς οὐδενὸς ὄντας ἀξίους λόγου <ὑπερορῶν>, τὴν ὑπερηφανίαν ἢ ἀπὸ τῶν σωματικῶν πλεονεκτημάτων ἢ ἀπὸ τῶν κατὰ ψυχὴν ἀναδεχόμενος καὶ διὰ τούτου τοὺς ὁμοπίστους ὑπερορῶν ὥσπερ καταδεεστέρους ὄντας αὐτοῦ, οὗτός μοι κατακρίσεως οὐκ ἐλεύθερος νενόμισται· ἐγγὺς γάρ ἐστι τοῦ φονέως μισῶν καὶ οὗτος, οὓς φιλεῖν διὰ τὴν οἰκειότητα τῆς πίστεως μάλιστα ἐχρῆν ὑπούσης καὶ τῆς κατὰ φύσιν οἰκειότητος ἱκανῆς συνάψαι πρὸς φιλίαν αὐτούς. 28 Mt 5, 22 Τὸ αὐτὸ πέφυκεν εἶναι συνέδριον καὶ γέεννα· ἀμφότερα γὰρ κολάζουσι τὸν εἰπόντα. ἀποροῦσι δέ τινες πῶς ὁ κύριος μωροὺς εἰπὼν τοὺς ἁμαρτωλοὺς κολάζει τὸν λέγοντα τὸν ἀδελφὸν αὐτοῦ μωρόν. τοῦτο δὲ ποιεῖ, οὐχ ὅτι οὐκ ἔστιν ἴσως μωρὸς πρὸς ὃν τὸ ῥῆμα, ἀλλ' ὅτι ὀργῆς τὰ τοιαῦτά εἰσιν. καὶ οὐ τοῦ ἀδικουμένου ἀντέχεται ὁ σωτὴρ τοσοῦτον, ὅσον τοῦ ἀδικήσαντος. διὰ τοῦτο ἔνοχος, φησίν, ἔσται ὁ τοιοῦτος τῷ συνεδρίῳ καὶ τῇ κρίσει καὶ τῇ γεέννῃ. 30 Mt 5, 22 Ὁ τὸν ὁμόπιστον καλῶν μωρὸν δοκεῖ καὶ τὸ τῆς πίστεως μυστήριον διασύρειν, δι' ὧν τὸν ὀρθῶς πιστεύοντα καὶ ἔμφρονα κατὰ τοῦτο τὸ μυστήριον μωρὸν καλεῖ. 31 Mt 5, 25 Τοῦτο βούλεται εἰπεῖν· δεῖ ἡμᾶς εὐεργετεῖν , φησίν, τὸν ἀντίδικον καὶ μὴ βλάπτειν ἐν ὅσῳ ζῶμεν, ἵνα μὴ ἀπαιτηθῶμεν δίκας ὧν πράττομεν καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι· ἀμφότερα γὰρ προφαίνει ἐν τῷ λόγῳ. 34 Mt 5, 31-32 ∆ιδάσκει σαφῶς διὰ τούτων, ὅτι οὐ τὸ ἄλογον ῥεπούδιον λύει τὸν γάμον παρὰ θεῷ, ἀλλ' ἡ ἄτοπος πρᾶξις κἂν μὴ λυθῇ νόμῳ· ὅλη γὰρ ἡ Χριστοῦ διδασκαλία τὰ κατὰ διάθεσιν κρίνει. 35 Mt 5, 36 Οὐκέτι τοῖς σκιώδεσιν ἐμμένομεν καὶ ὥσπερ οὐ περιτεμνόμεθα οὔσης ἐν τῷ νόμῳ τῆς περιτομῆς, οὕτως οὐδὲ ὀμνύειν ἡμᾶς δεῖ, ἐπειδὴ ἐν τῷ νόμῳ σκιωδῶς γέγραπται· ἐλθούσης γὰρ τῆς ἀληθείας παρῆλθον αἱ σκιαί. 36 Mt 5, 37 Ἔστω ἡ τοῦ βίου ὑμῶν μαρτυρία ὅρκου βεβαιοτέρα. εἰ δέ τις ἀναιδὴς μὴ δυσωπούμενος ὑμῶν τῷ βίῳ τολμᾷ ὑμῖν ἐπαγαγεῖν ὅρκον, ἔστω ὑμῖν τὸ γαὶ ναὶ καὶ τὸ οὒ οὒ ἀντὶ παντὸς ὅρκου. 37 Mt 5, 38-40 Οὐκ ἐπὶ ψιλῆς τῆς λέξεως ἔθετο τὰ νόμιμα ἡμῖν παρέχων τὸν σκοπὸν αὐτῶν ἐξετάζειν ἀκριβῶς· οὔτε γὰρ πάντως αἰτοῦντι κελεύει δι δόναι, κἂν μὴ ἔχῃ τις· ἀδύνατον γάρ· οὔτε μὴν εἰ ἔχοι, αἰτοίη δέ τις κακῶς· χείρων γὰρ ἡ δόσις, ὅταν ὁ μὲν πρὸς ἀσέλγειαν αἰτῇ καὶ ἀκολασίαν καὶ μὴ πρὸς τὴν χρείαν, ὁ δὲ παράσχῃ, ὕλην τῆς τοιαύτης ἀκολασίας διδούς. ἐπεὶ πῶς ἐπὶ τῶν ἀποστόλων κεῖται· διεδίδετο ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν; ὅπερ ἐστὶν οὐκέτι τοῖς αἰτοῦσι διδόντων ἁπλῶς, ἀλλὰ πρὸς τὴν χρείαν χορηγούντων· πῶς δὲ καὶ τὸ καθ' ὃ ἂν ἔχῃ τις εὐπρόσδεκτος, οὐ καθ' ὃ οὐκ ἔχει, καὶ οὐχ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλίψεις καὶ ὅσα λέγει ἕτερα δεικνύς, ὅτι πρὸς τὰ προσόντα διδόναι προσήκει; 38 col1 Mt 5, 40-42 Κἂν φίλος ἐστίν, φησίν, κἂν ἐχθρός , κἂν πιστός, κἂν ἄπιστος, ἀδιακρίτως εὐεργέτει τὸν δεόμενον· οἱ γὰρ Ἰουδαῖοι τοὺς φίλους μόνους ἤθελον ἀμείβεσθαι. διὸ καὶ πρὸς τὸν κύριον ἔλεγον προτρεπόμενοι