1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

14

ὁμοούσιον τοῖς βαπτιζομένοις παρεγγυᾷ παραδιδόναι οὐχ ἕτερος ὢν αὐτός, ἀλλ' ἑαυτὸν υἱὸν ἀορίστως προσονομάζων ἅτε δὴ καὶ γνήσιος ὢν καὶ ἀληθινὸς καὶ μόνος κυρίως τοῦ πατρὸς υἱός. ὥσπερ δὴ καὶ τὸν πατέρα ἀορίστως πατέρα φησίν, ἅτε δὴ πατέρα ἀληθῶς ὑπάρχοντα καὶ οὐχ ἑτέρου υἱοῦ, ἀλλὰ μόνον κυρίως πατέρα τοῦ ἀληθινοῦ υἱοῦ, καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιόν φησι πρὸς ἀντιδιαστολὴν τῶν βεβήλων καὶ τῶν μὴ ἁγίων κατὰ φύσιν πνευμάτων. 134 Mt 28, 19-20 Τὸν θεὸν γεννῶντα καὶ γεννώμενον οὐκ ἔστιν ὑπὸ χρόνῳ βαλεῖν· θεὸς γὰρ οὐχ ὑποπίπτει χρόνῳ. οὐκ ἔστιν ἀσεβὲς λέγειν, ὅτι ὁ θεὸς ἐγέννησεν· μηδεὶς δεδιέτω· οὐκ ἔστιν γὰρ ἐναντίον ἢ αἴτιον κακῆς ἐννοίας τοῦτο, ἐὰν θεοπρεπῶς ὑποληφθείη. εἷς ὁ πατὴρ ἑνὸς υἱοῦ, εἷς ἀγέννητος πατήρ, εἷς γεννητὸς θεὸς ὁ υἱὸς καὶ ὥσπερ οὐκ ἔστιν συναγέννητος ἕτερος θεός, οὕτως οὐδὲ συγγεγεννημένος ἕτερος θεὸς ὁ υἱός. οὐκ ἔστιν υἱὸς τὸ πνεῦμα τὸ ἅγιον. ἔχει ὁ πατὴρ ὑπόστασιν πατρός, ἔχει ὁ υἱὸς ὑπόστασιν υἱοῦ, ἔχει τὸ πνεῦμα ὑπόστασιν ἁγίου πνεύματος. ἀσώματος καὶ νοερὰ καὶ λογικὴ καὶ ἐν πᾶσι τελεία ἡ ὑπόστασις τοῦ πατρός, τοῦτ' ἔστιν ὁ πατήρ. ὅμοιος ὁ υἱὸς τῷ πατρὶ ἐν πᾶσι καὶ πλήρης κατ' αὐτὸν ἐκτὸς τοῦ εἶναι πατήρ· υἱὸς γάρ ἐστι καθ' ὑπόστασιν. τέλειον τὸ πνεῦμα τὸ ἅγιον καὶ πλῆρες ἐν πᾶσι· καθὼς ὁ πατὴρ τέλειος καὶ ὁ υἱὸς τέλειος, οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον τέλειον ὁμοίως τοῦ πατρὸς καὶ τοῦ υἱοῦ πάρεξ τοῦ εἶναι πατὴρ ἢ υἱός· ἔστι γὰρ καθ' ὑπόστασιν ἰδίαν πνεῦμα ἅγιον ὁμοούσιον τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, δι' υἱοῦ πεφηνός, ἀχώριστον τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ὡς ἴδιον. τρεῖς οὖν τετελειωμέναι ὑποστάσεις, πατρός, υἱοῦ καὶ ἁγίου πνεύματος, μία δὲ οὐσία.