1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

7

Mt 10, 8 Τὰς τοῦ Χριστοῦ δωρεὰς μὴ πωρήσητε. 64 Mt 10, 10 Τίς χρεία πήρας τοῖς μὴ ἐπαγομένοις τι ἐφόδιον; Ὅρα πῶς τὴν ἀκτημοσύνην διὰ τοῦ εἰπεῖν μηδὲ δύο χιτῶνας διδάσκει. ἐκ τούτου δὲ δῆλόν ἐστιν, ὅτι ἑνὶ χιτῶνι ἐκέχρητο ὁ κύριος. 65 Mt 10, 16 Πρόβατα τοὺς μαθητὰς λέγει, λύκους τοὺς τῶν Ἰουδαίων μαθητὰς διὰ τὺ κατ' αὐτῶν φονικόν. φρονίμους δὲ αὐτοὺς εἶναι βούλεται διὰ τὸ μὴ ἀγνοεῖν τὰς τῶν φαύλων κακουργίας, ἀκεραίους δὲ πρὸς τὸ ἑτοίμως φέρειν τοὺς ἀδικοῦντας καὶ μὴ ἀμύνεσθαι καὶ ἵνα μὴ ὀργίζωνται κατὰ τῶν ἀπειθούντων. 66 Mt 10, 16 Φρονίμους εἶναι ἡμᾶς κατὰ τὸν ὄφιν κελεύει ἐν παντὶ πειρασμῷ συντηροῦντας τὴν κεφαλὴν ἡμῶν, ἥτις ἐστὶν ἡ πίστις ἡμῶν· ὅσαις γὰρ ἂν πληγαῖς ὁ ὄφις συνέχηται, τὴν ἑαυτοῦ φυλάττει κεφαλὴν ἀβλαβῆ καὶ πάλιν σοφισμῷ τὴν παλαίωσιν ἀποτίθεται, ἐν στενωπῇ τινι παρεισδύσει θλιβόμενος καὶ τὸ γῆρας ἀποτιθέμενος. βούλεται τοίνυν καὶ ἡμᾶς διὰ τῆς στενῆς ὁδοῦ καὶ κακώσεως τὸν παλαιὸν ἀπεκδύσασθαι ἄνθρωπον καὶ τὸν νέον ἀνταμφιέννυσθαι. 67 Mt 10, 19- Φησὶ πρὸς τοὺς μαθητὰς ὁ σωτήρ, ὅτι δοθήσεται ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν. 68 col1 Mt 10, 23 Ἄφιξιν ἑαυτοῦ λέγει οὐ τὴν ἐπιφανῆ καὶ ἐν τέλει τοῦ βίου ἐσομένην, ἀλλὰ τὴν κατὰ καιροὺς τοῖς διὰ θεὸν θλιβομένοις γινομένην παρ' αὐτοῦ ψυχαγωγίαν τε καὶ βοήθειαν. Οὐ τὴν δευτέραν αὐτοῦ λέγει ἄφιξιν, ἀλλὰ τὴν κατὰ καιρὸν ἐσομένην δι' αὐτοῦ τοῖς ἁγίοις ψυχαγωγίαν. 69 Mt 10, 26 Καὶ ἡ ὑμετέρα ἀρετὴ καὶ ἡ τῶν Ἰουδαίων κακία πᾶσι κατάδηλος γενήσεται. 70 Mt 10, 34 ∆ιδάξας τοὺς μαθητὰς λοιδορίας ὑπομένειν καὶ καρτερεῖν πρὸς τοὺς πόνους καὶ μὴ δυσανασχετεῖν ὁπλίζει καὶ νῦν πρὸς ἕτερά τινα, ἃ δοκεῖ βιαίως ἀναγκάζειν τὸν ἄνθρωπον μὴ ἀφίστασθαι τῶν κακῶν. ταῦτα δέ ἐστιν ὁ χωρισμὸς ἀπό τε πατρὸς καὶ μητρὸς καὶ τῶν ἄλλων φίλων ὁμοῦ καὶ συγγενῶν. διὰ τοῦτό φησιν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. ταύτην δὲ λέγει τὴν τέμνουσαν καὶ χωρίζουσαν ἡμᾶς ἀπὸ τῶν ἀπίστων, κἂν πατὴρ εἴη, κἂν μήτηρ, κἂν ἄλλος τις τῶν σφόδρα φιλικῶς πρὸς ἡμᾶς διακειμένων. 71 Mt 10, 37-38 Ὁ μὴ ἀποτασσόμενος τῇ παρούσῃ ζωῇ οὐκ ἔστιν μου ἄξιος. 72 Mt 10, 40 Ὁ τοὺς ἀποστελλομένους ὑπό τινος δεχόμενος ἀσμένως τὸν ἀποστείλαντα τιμᾷ καὶ τὸ ἐναντίον. ἢ καὶ οὕτως· ὁ τοὺς ἀποστόλους δεχόμενος τοὺς κηρύττοντας τὴν τριάδα αὐτὸ τὸ πλήρωμα τῆς θεότητος δέχεται. δοκοῦμεν δὲ καὶ νῦν αὐτοὺς δέχεσθαι νοητῶς, εἰ ἀναπεπταμένῃ ψυχῇ δεξόμεθα τὰς αὐτῶν συμβουλάς. 73 Mt 10, 40-42 Οὐ πρὸς τὰ διδόμενα, ἀλλὰ πρὸς τὰς διαθέσεις τῶν παρεχόντων ὁρίζει τὰς ἀντιμισθίας ὁ θεός.

74 Mt 11, 10 Ἵνα μὴ νομίσωσί τινες, ὅτι εὐμετάφορος ἦν Ἰωάννης, ὃν πρῴην

ἐκήρυξε Χριστὸν νῦν ἀγνοῶν, εἶπε τοῦτο. 75 Mt 11, 11 ∆ευτέρα γέννησις ἡ τῆς ἀναστάσεως δι' ἧς ἀναγεννώμεθα καὶ δι' ἁγίου πνεύματος τυγχάνομεν ἀθανασίας οἱ μέλλοντες ἀπολαύειν τῶν ἀγαθῶν. καὶ ὁ πάνυ ἐλάχιστος ἐκεῖ ὑπεραναβαίνει τὸν Ἰωάννην, εἰ καὶ ἐκ μήτρας ἐτύγχανεν ἁγίου πνεύματος. 76 Mt 11, 11 Καὶ ἕτεροί φασιν· ἐλάττων ἐστὶν Ἰωάννης τῶν ἤδη πνευματικῶν τῶν κατὰ τὸν καινὸν ἄνθρωπον ἀνακαινισθέντων, μείζων δὲ τῶν χοϊκῶν διὰ τὸ θεωρεῖν, ἅπερ ᾐνίξατο· ἐκεῖνοι δ' οὐκ ἐθεώρησαν, ὡς ὁ κύριος ἐμαρτύρησεν καὶ αὐτός φησι τὴν χαρὰν αὐτοῦ πεπληρῶσθαι, ὅτι τὴν φωνὴν ἀκούει τοῦ νυμφίου. 77 col1 Mt 11, 19 Αὐτὸς ὢν ὁ Χριστὸς ἡ ζῶσα καὶ ὑφεστῶσα σοφία ὑπὸ τῶν εἰς αὐτὸν πιστευόντων ἐκρίθη δίκαιος πάντα οἰκονομήσας ἢ ὅτι ὑβριζόμενος ἐκ τῶν ἀπίστων Ἰουδαίων οὐκ ἐπαύσατο φιλοφρόνως αὐτοῖς λαλῶν καὶ τέκνα ὀνομάζων, ὅπως ἂν δικαιωθῇ ἐν τοῖς λόγοις αὐτοῦ καὶ νικήσῃ ἐν τῷ κρίνεσθαι αὐτόν. Ἡ ὑφεστῶσα σοφία ἐκρίθη δίκαιος ὑπὸ τῶν εἰς αὐτὸν πιστευόντων ἢ ὅτι τέκνα καλῶν τοὺς ὑβρίζοντας αὐτὸν οὐκ ἐπαύσατο αὐτοῖς φιλοφρόνως λαλῶν. 78 col1 Mt 11, 20-24 Ἐπειδὴ δὲ πολλὰ σημεῖα ἐποίησεν ὁ