1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

2

αἰσχρῶν ἀντιθέσεις· παρὰ γὰρ τοῖς καθαροῖς οὐδεμία διαφορὰ τῶν γεννητικῶν μορίων καὶ τῶν λοιπῶν· ὁ γὰρ αὐτὸς θεὸς ὅλην ἐδημιούργησε τὴν γυναῖκα καλὴν λίαν ὡς καὶ πᾶσαν τὴν κτίσιν. 4 col1 Mt 1, 24 ∆ιὰ τρεῖς αἰτίας μετὰ μνηστείαν συνέλαβεν· ἵνα δόξῃ ἐξ αὐτοῦ κεκυηκέναι καὶ μὴ ἀποθάνῃ καὶ ἵνα ἐξ αὐτοῦ γενεαλογηθῇ καὶ ἵνα σχῇ κηδεμόνα τῆς ἀπὸ Ἡρώδου ἐπιβουλῆς συναντιλαμβανόμενον αὐτῆς. Τίνος ἕνεκεν μετὰ τὴν μνηστείαν συνέλαβεν; τὴν παρθένον οἶμαι τρισὶ ταύταις αἰτίαις περιέχεσθαι· τῷ τε δοκεῖν πᾶσιν ἐκ τοῦ Ἰωσὴφ γενέσθαι τὴν κύησιν καὶ διὰ τοῦτο πεφευγέναι τὸν κίνδυνον καὶ τῷ ἐξ αὐτοῦ τούτου γενεαλογηθῆναι τὸν Χριστὸν καὶ ἔτι τῷ κηδεμόνα ἔχειν αὐτὸν καὶ διάκονον ἐν ταῖς περιστάσεσιν, ὅτε ὑπὸ τοῦ Ἡρώδου ἐδιώκοντο. 5 Mt 1, 24-25 Συνῴκει δὲ ἡ Μαρία τῷ ἑαυτῆς μνηστῆρι διὰ τὸ συνεσκιασμένως γενέσθαι τὴν τοῦ Χριστοῦ γέννησιν, ἵνα καὶ τοὺς Ἰουδαίους λάθῃ καὶ τὸν διάβολον κυοφορούμενος καὶ τικτόμενος ὁ τοῦ θεοῦ λόγος, ὃς σπέρματος Ἀβραὰμ ἐπελάβετο ἄνθρωπος γεγονώς, οὐ μὴν ἀγγέλοις ἑαυτὸν ἀπῄκασε τοῖς δυναμένοις καὶ μετασχηματίζεσθαι καὶ ἄλλο ὁρᾶσθαι καὶ φαντάζειν τοὺς ὁρῶντας ἀνθρώπους. ἔμεινε δὲ ἡ παρθένος καὶ μετὰ τὸ τεκεῖν ἀμύητος σωματικῆς συμπλοκῆς καὶ οὐκ ἔγημεν· ὁ γὰρ εὐαγγελιστὴς ἐξηγήσατο τὸ γεγονός, ὃ τὴν τοῦ μὴ γεγονότος ἔμφασιν ἐξ ἀντιδιαστολῆς δηλοῖ. 6 Mt 2, 1 Τίνος ἕνεκεν ἡμῖν καὶ τὸν χρόνον λέγει καὶ τὸν τόπον ἐν Βηθλεὲμ εἰπὼν καὶ ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως; μέμνηται τῶν ἡμερῶν Ἡρώδου, ἵνα εὑρήσῃς τὸν ἀριθμὸν τῶν ἐτῶν παυθέντα κατὰ τὴν προφητείαν ∆ανιὴλ ἄχρι τοῦ Χριστοῦ ἀριθμοῦσαν τὰς ἑβδομήκοντα ἑβδομάδας τῶν ἐτῶν.

7 Mt 2, 1-2 Ἀκολούθως τῇ προφητείᾳ ὁ Ἰησοῦς ἐν Βηθλεὲμ ἐτέχθη. μέμνηται δὲ ὁ εὐαγγελιστὴς καὶ τῶν τοῦ Ἡρώδου χρόνων, ὅπως ἀπὸ τῆς τοῦ ∆ανιὴλ προφητείας ἕως τοῦ Χριστοῦ ἀριθμοῦντες τὰς ἑβδομήκοντα ἑβδομάδας τῶν ἐτῶν εὑρήσωμεν τὴν συμπλήρωσιν τῶν ἐτῶν. καὶ ἐπείπερ διὰ τὴν αὑτῶν ἀπιστίαν οἱ Ἰουδαῖοι οὐκ ἔγνωσαν τὸν χρόνον τῆς γεννήσεως, ἐκ τῶν μάγων αὐτοὺς καταισχύνει ὡς ἀμελεῖς. ὁ δὲ ἀστὴρ διὰ τοῦτο ἀπεκρύβη πρὸς καιρόν, ἵνα ἀναγκασθῶσιν οἱ μάγοι ἐρωτῆσαι ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων καὶ γένηται τοῦτο πᾶσι κατάδηλον. 8 Mt 2, 2 Ὡς κομῆται δὲ καὶ τὰ τοιαῦτα περὶ τὸν αἰθέρα καινόν τι τῷ βίῳ σημαίνουσιν, οὕτω πολὺ πλέον παράδοξος ἀστὴρ ἐφαίνετο ὁ τοῦ μεγάλου βασιλέως Ἰησοῦ· οὔτε δὲ Ἡρώδῃ οὔτε ἱερεῦσιν οὔτε γραμματεῦσιν, ἀλλ' ἁπλῶς ἐν τῇ πόλει λέγουσιν οἰόμενοι φανερὸν εἶναι τὸν ἀστέρα καὶ τὸν βασιλέα τοῖς εἰδόσι τὴν προφητείαν, ὅπερ ἐστὶν ἔλεγχος Ἰουδαίοις. 9 Mt 2, 3-4 Ἀλλόκοτος ὁ Ἡρώδης πὴ μὲν πιστεύων τοῖς προφητικοῖς, ὅτι ἔσται Χριστὸς ὁ βασιλεὺς πάντων, πὴ δὲ νομίζων δύνασθαι αὐτὸν ἀνελεῖν καὶ τὰς προφητείας ἀνατρέψαι· μανίας δὲ τεκμήριον· εἰ γὰρ ἐπίστευσε τοῖς λεχθεῖσιν, ὤφειλεν ἐννοεῖν , ὅτι ὑπὲρ ἄνθρωπον ἦσαν τὰ λεχθέντα καὶ γεγονότα καὶ οὐχ οἷός τε ἦν ἀνατρέψαι τὰ τῷ θεῷ δόξαντα. ἢ εἰ οὐκ ἐπίστευσεν, τί ἐδειλία καὶ ἤθελεν ἐπιβουλεῦσαι τῷ βρέφει; οὗτος ὁ Ἡρώδης Ἰδουμαῖος ἦν τὸ γένος· ἐπειδὴ γὰρ ἐξέλιπεν ἐξ Ἰούδα ἄρχωνκατὰ τὴν τοῦ Ἰακὼβ προφητείαν καὶ λοιπὸν οἱ Ῥωμαῖοι ἦρξαν, ἔκτοτε καὶ ὁ Ἡρώδης ἦρξε τοῦ Ἰουδαίων ἔθνους. 10 Mt 2, 9-10 10 ∆ιὰ τοῦτο κρύπτεται ὁ ἀστήρ, ὅτε οἱ μάγοι τῶν Ἱεροσολύμων ἐπέβησαν, ἵνα ἀπολέσαντες τὸν χειραγωγοῦντα ἀναγκασθῶσι παρὰ Ἰουδαίων μανθάνειν, μᾶλλον δὲ ἐν τῷ μανθάνειν διδάσκειν ἐκείνους· τὸν γὰρ τόπον ζητοῦσι μόνον, ὅτι δὲ ἐτέχθη, προλαβόντες ᾔδεσαν. καὶ ὑπὲρ τούτου μακρὰν ἀποδημίαν ἐστείλαντο καὶ εἰς κίνδυνον αὑτοὺς ἔρριψαν· εἰς γὰρ βασιλευομένην πόλιν ἐλθόντες ἠρώτων ποῦ ὁ βασιλεὺς ἐτέχθη οὐ τοῦ βασιλεύοντος τότε τὸν θυμὸν ὑπειδόμενοι, οὐ τῆς πόλεως τὴν ἐπιβουλήν. ἐπειδὴ δὲ