τροφὴν ἀπωλωλέκει, οὕτως ὁ νέος Ἀδὰμ καὶ ὧν μὴ προσετάχθη ἀποσχό μενος καθ' ὑπερβολὴν ἀρετῆς εἰς τὸ ἐξ ἀρχῆς καλὸν ἀποκαταστῇ.
11 Mt 5, 6 Παρὰ τῷ Λουκᾷ μνημονεύονται μακαριζόμενοι ἁπλῶς «οἱ πεινῶν τες », νῦν δὲ ὁ Ματθαῖος διορίζει τοὺς ἑκόντας καὶ διὰ τὸν τοῦ καλοῦ πόθον τῶν κατὰ σάρκα ἡδέων ἀπεχομένους. ὁμοίως οὖν ἀμφοτέρων ἀκουσόμεθα. ὁ τὴν δικαιοσύνην τοῦ θεοῦ ποθήσας εὗρε τὸ ἀληθῶς ὀρεκτόν, οὗ τὴν ἐπιθυμίαν οὐχ ἑνὶ τρόπῳ τῷ κατὰ τὴν ὄρεξιν ἐνεργου μένῳ ἐπλήρωσεν· οὐ γὰρ μόνον ὡς βρῶσιν τὴν τοῦ δικαίου μετουσίαν ἐπόθησεν· ἡμιτελὴς γὰρ ἦν. νῦν δὲ καὶ πότιμον τὸ ἀγαθὸν τοῦτο ἐποίησεν, ἵνα τὸ ἔνθερμόν τε καὶ διακαὲς τῆς ἐπιθυμίας τὸ πάθος τῆς δίψης ἐνδείξηται. ὁ τοιοῦτός φησιν ἐμπλησθήσεται. ἡ δὲ πλησμονὴ οὐκ ἀπο στροφήν, ἀλλ' ἐπίτασιν ποιεῖ τῆς ὀρέξεως. 12 Mt 5, 8 Καρδία θεὸν ὁρᾷ· ἀσωμάτῳ γὰρ τὸ ἀσώματον καταληπτόν· τελειω θεῖσα δὲ ἡ καρδία τὴν ἐνδεχομένην τελείωσιν οὕτως ὄψεται τὸ τέλειον. τοῦτο δὲ αὐτῇ γίνεται ἐκ καθάρσεως τῶν ἐμποδιζόντων, ὥσπερ καὶ ὁ ὀφθαλμὸς ἐκκαθαιρόμενος ἐκ τῶν ἐμποδίων τῆς ὁράσεως ὁρᾷ τὸ φῶς. πῶς οὖν ἡ θεία φησὶ γραφή, ὅτι «θεὸν οὐδεὶς ἑώρακεν πώποτε » καὶ «οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται » καὶ «ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται »; 13 Mt 5, 8 ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται . πῶς οὖν φησιν, ὅτι τὸν «θεὸν οὐδεὶς ἑώρακε πώποτε »; λέγομεν, ὅτι λόγῳ ὁρᾶται καὶ καταλαμβάνεται· ἢ ἐκ τῆς θείας γραφῆς τοῖς τῆς γνώσεως ὀφθαλμοῖς ὁρῶμεν θεὸν ἢ ἐκ τῆς ἐμφαινομένης τῷ παντὶ σοφίας ἔστι τὸν πεποιηκότα στοχαστικῶς ἰδεῖν, καθάπερ καὶ ἐπὶ τῶν ἀνθρωπίνων δημιουργημάτων ὁρᾶται τρόπον τινὰ τῇ διανοίᾳ ὁ δημιουργὸς τοῦ προκειμένου ἔργου. ὁρᾶται δὲ οὐχ ἡ φύσις τοῦ τεχνιτεύσαντος, ἀλλὰ μόνη ἡ τεχνικὴ ἐπιστήμη. οὕτως καὶ ὁ ἐν τῇ κτίσει βλέπων τὸν θεὸν οὐ τὴν οὐσίαν, ἀλλὰ τὴν σοφίαν τοῦ τὰ πάντα πεποιη κότος ἀνατυποῦται. οὐκοῦν καὶ ὁ κύριος ἀληθεύει ὀφθήσεσθαι τὸν θεὸν τοῖς καθαροῖς τῇ καρδίᾳ , ἐπαγγειλάμενος καὶ ἡ γραφὴ οὐ ψεύδεται μήτε ἑωρακέναι τινὰ τὸν θεὸν μήτε ἰδεῖν δύνασθαι. 14 Mt 5, 10 ὁ δὲ διὰ τὴν δικαιοσύνην ἀφαιρεθεὶς τὰ παρόντα τὰ μέλλοντα ἀντὶ τούτων καρπώσεται, ὅτι οὐκ ἄδικος ἡ δικαιοσύνη πρὸς τοὺς ἑαυτῆς. 15 Mt 5, 15 Σπουδάζειν γὰρ χρὴ τὴν δοθεῖσαν ἡμῖν λαμπρότητα φυλάττειν ἐν ὑψηλῷ καὶ μὴ συγκαλύπτειν ἀργίᾳ, ἧς σύμβολον ἡ κλίνη ἀναπαύουσα τὸ σῶμα ταῖς σαρκικαῖς ἡδοναῖς· οὐ γὰρ φυσικῶς ἡμῖν, ἀλλ' ἐκ δόσεως τὸ καλόν. τὸ δὲ τοιοῦτον ἀμελούμενον ἀφίσταται. ἀπάγει δὲ ἡμᾶς τῆς ἰδίας φιλοδοξίας τὴν τοῦ θεοῦ δόξαν τέλος τῶν ἔργων προτιθείς. 17 Mt 5, 16 Φῶς ἐστιν ἡ
ἐνάρετος πολιτεία. 19 Mt 5, 21-22 Ὁ νόμος σαρκικὰ προστάττων τὰ διὰ σαρκὸς πραττόμενα δικάζει, ὁ δὲ κύριος πνεύματα ἁγιάζων πνεύματος ἀπαιτεῖ μακαριότητα. ἀδελφὸν οὖν λέγει τοῦ πνευματικοῦ τὸν κατὰ πνεῦμα οἰκεῖον ὀνομαζόμενον ἀδελφόν. διὰ τοῦτο ὁ Παῦλος ἁμαρτανόντων ἀγανακτήσει *** εἰ δὲ μὴ εἴρηται εἰκῇ, ὥς τινες βούλονται μὴ εἶναι *** καθὸ γὰρ ἁμαρτάνει, οὐκ ἔστιν πνευματικός· ὁ δὲ μὴ πνευματικὸς οὐδὲ ἀδελφὸς ἀληθῶς. τὸν φονέα παραδίδωσι τῇ κρίσει τοῦ νόμου, τὸν δὲ ὀργιζόμενον τῇ αἰωνίᾳ κρίσει . Θεόδωρος δὲ καὶ Θεόδωρος παραγράφονται τὸ εἰκῇ ὡς οὐκ εἰρημένον. Mt 5, 22 Τῷ τῶν ἁγίων συνεδρίῳ ἔνοχός ἐστιν ὁ τὸν ἀδελφὸν καλέσας ῥακά. ἁμαρτάνει γὰρ εἰς τὸ κοινὸν ὁ τὸ μέρος βλασφημῶν. ῥακὰ μὲν οὖν καλεῖ τὸν κατάπτυστον, ὡς ἄλλος φησίν· οὕτω γὰρ καὶ παρὰ Σύροις ὁ πτύελος καλεῖται. τὸ δὲ εἴπῃ ἐπὶ τῆς κατὰ τὴν ψυχὴν μᾶλλον λέγει κρίσεως τε καὶ δοκιμασίας· οὐ γὰρ δή, εἰ ταῦτά τις μόνον εἴποι, ὑπεύθυνος ἔσται τῇ κολάσει,
ἀνεύθυνος δὲ πολλῷ βαρύτερα εἰπὼν ἕτερα. 23 Mt 5, 29-30 Περὶ τῶν σωματικῶν μὲν λέγει μελῶν , ὑπερβολικῶς δέ, οὐχ ὅτι τῷ ὄντι ἐκκόψαι δεῖ τὰ μέλη , ἀλλ' οἱονεὶ νεκρῶσαι καὶ ἀργὰ κατα στῆσαι πρὸς ἁμαρτίαν ὡς ὁ ἀπό στολος εἴρηκεν· καὶ μὴ
2