1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

2

Ἐμμανουήλ. Οὐ μὴν ἔτι καὶ ὑγιᾶ καὶ ἀμώμη τον παντελῶς τὴν ἐπ' αὐτῷ τετηρήκασι δόξαν. Καταδιϊστᾶσι γὰρ εἰς δύο τὸν ἕνα Χριστόν, καὶ παχεῖαν ὥσπερ αὐτοῖς ἐνιέντες τὴν διατομήν, ἀναμέρος ἑκάτερον μονονουχὶ καὶ ἑστῶτα παραδεικνύουσιν, ἕτερον μὲν εἶναι διατεινόμενοι τὸν ἐκ Παρθένου τεχθέντα τελείως ἄνθρωπον, ἕτερον δὲ αὖ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, οὐχ ὅ τί ποτέ ἐστιν ἥ τε τοῦ Λόγου φύσις καὶ τῆς σαρκὸς διακρίνοντες, οὐδὲ μόναις ταῖς εἰς τοῦτο διαφοραῖς ἐμφιλοχωρεῖν ἐθέλοντες. Οὐ γὰρ ἂν ἐννοίας 680 τῆς ἀληθοῦς εἰς τοῦτο διήμαρτον, ἐπεὶ μὴ φύσις ἡ αὐτὴ σαρκός τε καὶ Θεοῦ, ἀλλὰ τὸν μὲν ὡς ἄνθρωπον ἰδίᾳ τιθέντες καὶ ἀναμέρος, τὸν δὲ ὡς Θεὸν φύσει τε καὶ ἀληθῶς Υἱὸν ὀνομάζουσι, καίτοι θέλοντες εἶναι χριστιανοί. Καὶ δὴ καὶ λογίδια ἄττα περὶ τούτου συγγράφοντες, εἰπεῖν τετολμήκασιν αὐταῖς λέξεσιν· Ὁ μὲν γὰρ φύσει καὶ ἀληθῶς Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ἐστίν, ὁ δὲ ὁμωνύμως τῷ Υἱῷ υἱός. Καὶ μεθ' ἕτερα πάλιν· Οὐ σὰρξ ὁ τοῦ Θεοῦ Λόγος, ἀλλὰ ἄνθρωπον ἀνειληφώς. Ὁ μὲν γὰρ Μονογενὴς προηγουμένως καὶ καθ' ἑαυτὸν Υἱὸς τοῦ Θεοῦ ἐστι, τοῦ πάντων δημιουργοῦ, ὃν δὲ ἀνέλαβεν ἄνθρωπον, οὐ φύσει Κύριος ὤν, διὰ τὸν ἀναλαβόντα αὐτὸν ἀληθῶς Θεοῦ Υἱόν, ὁμωνύμως αὐτῷ χρηματίζει. Τὸ μὲν γάρ· Οὐδεὶς ἔγνω τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, τὸν φύσει τε καὶ ἀληθείᾳ δηλοῖ ἐκ τοῦ Πατρὸς Υἱόν. Τὸ δὲ λεγόμενον ὑπὸ τοῦ Γαβριήλ· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ, καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, τῷ ἀνθρώπῳ ἐφαρμόζει. Ἀλλὰ ταυτὶ μὲν ἐκεῖνοι. Φρονήσομεν δὲ ἡμεῖς οὐχ ὧδε. Πόθεν; Ἀναπείσει γὰρ οὐδαμῶς τῶν ἑτεροδόξων ὁ λόγος, τροχιὰν ἀφέντας τὴν ἐπ' εὐθύ, διαστείχειν ἑτέραν, τὴν ἔξω σκοποῦ καὶ διεστραμμένην. Σὺ δὲ ἀλλὰ πέραινε τὸ δοκοῦν καὶ πειρῶ μοι λέγειν, ὡς ἀΐειν ἕτοιμος ἐγὼ καὶ ἀναμαθεῖν ὅτι μάλιστά γε τὸ ἀκιβδήλως ἔχον. {Α} Ὡς βαρὺ τὸ χρῆμα, καὶ δυσδιακόμιστον παντελῶς τὸ φορτίον. Ἢ οὐκ οἶσθα, ὦ φιλότης, ὡς εἴπερ τις ἕλοιτο μακρὸν ἐφ' ἑκάστῳ ποιεῖσθαι λόγον καὶ διαρκῆ τὴν βάσανον, οὐκ εὐαρίθμητον μὲν δαπανήσει χρόνον, δυσαχθῆ δὲ ἱδρῶτα καὶ δυσδιάφυκτον ἀνατλάς, κατορθώσει μόλις; {Β} Ἀληθές. {Α} Παρέντες δὴ οὖν, εἰ δοκεῖ, τὸ δεῖν οἴεσθαι μακρὰ καὶ σφόδρα στενολεσχεῖν, καὶ ὀλίγην κομιδῇ τὴν βάσανον ἐπιρριπτοῦντες ἑκάστῳ, φέρε λέγωμεν, καὶ πρό γε τῶν ἄλλων τοῖς δοκηταῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς, μήτε μὴν τῆς εὐσεβείας τὸ μέγα μυστήριον, τουτέστι Χριστόν, Ὃς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ. ∆εῖν δὲ οἶμαι τοῦς δι' ἐναντίας ἢ ψῆφον ἐπάγειν τὴν αἰσχίω τοῖς πάλαι, καὶ ψευδηγόρους ἀποκαλεῖν τοὺς τῆς οἰκουμένης μυσταγωγούς, οἷς αὐτὸς ἔφη Χριστός· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, ἢ εἴπερ τοῦτο καταπεφρίκασι δρᾶν, ὀρθὰ μὲν ἑλέσθαι φρονεῖν τὰ ἐπὶ Χριστῷ, φράσαντας δὲ τὸ ἐρρῶσθαι δεῖν 681 ταῖς σφῶν αὐτῶν ἀμαθίαις, ἀπρὶξ μὲν ἐξέχεσθαι τῶν ἱερῶν Γραμμάτων, τὴν δὲ ἀπλανῆ τῶν ἁγίων διᾴττοντας τρίβον ἐπ' αὐτὴν ἰέναι τὴν ἀλήθειαν. Εἴη γὰρ ἂν οὐχ ἕτερον, οἶμαι, τὶ τὸ τῆς εὐσεβείας μυστήριον ἢ αὐτὸς ἡμῖν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ὃς ἐφανερώθη ἐν σαρκί. Γεγέννηται γὰρ διὰ τῆς ἁγίας Παρθένου, μορφὴν δούλου λαβών. Ὤφθη δὲ καὶ ἀγγέλοις, οἳ γεννηθέντα καταγεραίρουσι, ∆όξα, τέ φασιν, ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Καὶ μὴν τοῖς ποιμέσι κατασημαίνοντες τὸν δι' ἡμᾶς ἐν σαρκὶ Θεὸν Λόγον· Ἰδοὺ δή, φασίν, ἐγεννήθη ὑμῖν σήμερον Σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος ἐν πόλει ∆αυείδ. Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ. Εἰ δὲ τόκος ὁ διὰ Παρθένου, καὶ φανέρωσις ἐν σαρκί, πῶς οὐκ ἀδρανὴς εἰκαιομυθία, πῶς δὲ οὐχὶ μανία καὶ λῆρος τὸ τῆς δοκήσεως ὄνομα τῆς οὕτω παχείας καὶ ἐναργοῦς καταγράφειν οἰκονομίας; Εἰ γὰρ σκιὰ καὶ δόκησις ἦν, καὶ οὔτε σάρκωσις