1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

7

οὐκ ἂν νοοῖτο ζωὴ μὴ ὑφεστηκώς. Ζωὴ δέ 688 ἐστι κατὰ φύσιν, διαψεύσεται γὰρ οὐδαμῶς. Τὸ ἄρα μὴ ὑφεστάναι τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον, ψευδηγόρημα σαθρὸν καὶ φρενὸς ἀπόβρασμα τῆς ἠλιθιωτάτης. {Β} Παντελῶς. Μωϋσεῖ γὰρ ἔφασκεν αὐτός· Ἐγώ εἰμι ὁ ὤν. Τὸ δὲ ὂν ἀληθῶς οὐκ ἐν ὑποστάσει καθ' ἑαυτὸ σωζόμενον πῶς ἂν νοοῖτό ποτε; {Α} Οὐκοῦν τῶν τῇδε διειληφότων καθοριοῦμεν εἰκότως τὸ εἰς ἄκρον ἀμαθές; {Β} Πάνυ μὲν οὖν. {Α} Οὐ μὴν οὐδὲ ἐκείνους ἐπαινέσαιμεν ἄν, ὦ Ἑρμεία, φιλοθηρεῖν εὖ μάλα δεδιδαγμένοι τὸ ἀληθές. {Β} Τίνας; {Α} Οἳ τητᾶσθαι λέγουσι ψυχῆς λογικῆς τὴν ἑνωθεῖσαν τῷ Λόγῳ σάρκα. Σαρκὶ γάρ που μόνῃ, καὶ τὴν ζωτικήν τε καὶ αἰσθητικὴν λαχούσῃ κίνησιν ἀμφιεννύντες τὸν Λόγον, παραφέρουσιν εἰς κόσμον, τὴν νοῦ καὶ ψυχῆς ἐνέργειαν ἀπονέμοντες τῷ Μονογενεῖ. Καταπεφρίκασι γάρ, οὐκ οἶδ' ὅπως ἐρῶ, ἀνθρώπῳ τελείως ἔχοντι, κατά γε τὸν τῆς ἀνθρωπότητος λόγον, τουτέστι τῷ ἐκ ψυχῆς καὶ σώματος ἡνῶσθαι τὸν Λόγον ὁμολογεῖν, τῆς μὲν ἄνωθέν τε καὶ ἀρχαιοτάτης πίστεως τὴν παράδοσιν ὀλίγου παντελῶς ἀξιοῦντες λόγου, θελήσει δὲ μόνῃ τῇ κατὰ σφᾶς αὐτούς, καὶ τοῖς ἀνθρωπίνοις δεῖν ἕπεσθαι λογισμοῖς ἀμαθῶς ᾑρημένοι, καὶ φρονοῦντες ἀληθῶς παρ' ὃ δεῖ φρονεῖν. {Β} Καὶ τίς ὁ λόγος αὐτοῖς τοῦ τοιοῦδε δόγματος; {Α} Ἐγὼ φράσω. Τὸν Θεοῦ μεσίτην καὶ ἀνθρώπων, κατὰ τὰς Γραφάς, συγκεῖσθαί φαμεν ἔκ τε τῆς καθ' ἡμᾶς ἀνθρωπότητος, τελείως ἐχούσης κατὰ τὸν ἴδιον λόγον, καὶ ἐκ τοῦ πεφηνότος ἐκ Θεοῦ κατὰ φύσιν Υἱοῦ, τουτέστι τοῦ Μονογενοῦς. ∆ιϊσχυριζόμεθα δὲ σύνοδον μέν τινα καὶ τὴν ὑπὲρ λόγον συνδρομὴν εἰς ἕνωσιν ἀνίσων τε καὶ ἀνομοίων πεπράχθαι φύσεων. Ἕνα δ' οὖν ὅμως Χριστὸν καὶ Κύριον καὶ Υἱὸν ἐπιγινώσκομεν, ἐν ταὐτῷ καὶ ὑπάρχοντα καὶ νοούμενον Θεόν τε καὶ ἄνθρωπον. Ἀδιάσπαστον δὲ παντελῶς τὴν ἕνωσιν διατηρεῖν εἰθίσμεθα, τὸν αὐτὸν εἶναι πιστεύοντες καὶ μονογενῆ καὶ πρωτότοκον. Μονογενῆ μὲν ὡς ἐκ Θεοῦ Πατρὸς Λόγον, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνότα, πρωτότοκον δὲ αὖ καθὸ γέγονεν ἄνθρωπος, καὶ ἐν πολλοῖς ἀδελφοῖς. Ὥσπερ γὰρ εἷς ἐστι Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, οὕτω καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα. Θεὸν γὰρ ὄντα κατὰ φύσιν ἐπιγινώσκομεν τὸν δι' οὗ τὰ πάντα Λόγον καὶ εἰ γέγονε σάρξ, τουτέστιν ἄνθρωπος. {Β} Ὀρθότατα ἔφης. {Α} Ἀλλ' οὔτι που σφόδρα ταῖς ἐν ἡμῖν περὶ τούτου δόξαις τὰ ἐκείνων συμφέρεται. Ἕνα μὲν γὰρ ὁμολογουμένως 689 παραδέχονται καὶ αὐτοὶ Χριστὸν Ἰησοῦν, ἄριστα φρονοῦντες ἔν γε τούτῳ, παρωθοῦνται δὲ λίαν ὡς δυσσεβὲς ὅτι μάλιστα καταδιϊστᾶν εἰς δύο τὸν Ἐμμανουήλ. Ψυχῆς δ' οὖν ὅμως τῆς ἀνθρωπίνης καὶ λογικῆς τὴν σάρκα γυμνώσαντες, ἡνῶσθαί φασιν αὐτῇ τὸν ἐκ Θεοῦ Λόγον. Ἐξεύρηται δέ τις αὐτοῖς πιθανός, ὡς οἴονται, πρὸς τοῦτο λόγος. Τὰ γάρ τοι, φασί, κατὰ σύνθεσιν πρὸς ἑνὸς τελείου σύστασιν συνδεδραμηκότα, μέρη τε καὶ ἐξ ἀτελῶν ὁρᾶσθαι φιλεῖ, τοῦ τελείως ἔχοντος καθ' ἑαυτὸ καὶ ὡς ἐν ἰδίᾳ φύσει τῆς ἐκ μερῶν συνθέσεως οὐ δεδεημένου. Τοιγάρτοι, φασί, παραιτητέον εἰκότως ἄνθρωπον δοῦναι τέλειον τὸν συνενωθέντα τῷ Λόγῳ ναόν, ἵνα καὶ ἡ σύνθεσις, ἥπερ ἂν ἐπὶ Χριστῷ νοοῖτο τυχόν, ἀκριβῆ τε καὶ ἀδιάβλητον τὸν ἑαυτῆς ἀποσώζοι λόγον. Εἰ γὰρ ἐξ ἀνθρώπου τελείου, φασί, καὶ τοῦ ἐκ Πατρὸς ὄντος Λόγου συντίθεμεν τὸν Ἐμμανουήλ, οὐ βραχὺ τὸ δεῖμα, μᾶλλον δὲ ἀδιάφυκτον ἤδη πως ἂν φανεῖται λοιπὸν τὸ καὶ ἀβουλήτως δεῖν δύο μὲν υἱούς, Χριστοὺς δὲ αὖ δύο φρονεῖν τε καὶ λέγειν. {Β} Εἶτα τί τούτοις ἀντεροῦμεν ἡμεῖς; {Α} Πρῶτον μὲν ὅτι τῆς πίστεως τὴν οὕτως ἀρχαιοτάτην καὶ ἐξ αὐτῶν τῶν ἁγίων ἀποστόλων διήκουσαν εἰς· ἡμᾶς παράδοσιν οὐ ταῖς ὑπερμέτροις ἀκριβείαις καταλυπεῖν ἄξιον, οὔτε μὴν ταῖς εἰς ἄκρον ἐρεύναις ὑποφέρειν τὰ ὑπὲρ νοῦν, ἀλλ' οὐδὲ ἥκειν εἰς μέσον οἷαπερ τινὰς ὁριστὰς καὶ ῥιψοκινδύνως λέγοντας ὡς τὸ δεῖνα