1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

16

ἔργοις μου πιστεύετε. Φάναι δὲ οἶμαι ταυτὶ τὸ τηνικάδε Χριστὸν οὐκ ἀσυντελὲς εἰς ὄνησιν εἰδότα τὸ χρῆμα. Ἐπειδὴ γὰρ ᾤοντο Θεὸν μὲν οὐκ εἶναι κατὰ φύσιν τὸν δι' ἡμᾶς ἐνηνθρωπηκότα, ψιλὸν δὲ ἁπλῶς ἄνθρωπον καθ' ἡμᾶς, ἀπαράδεκτόν τε διὰ τοῦτο τὴν ἐπ' αὐτῷ πίστιν ἐποιοῦντό τινες. Ἀναγκαίως τὸ δεῖμα καὶ τὸν ἐπὶ τούτοις ὄκνον ὑποτεμνόμενος, τῇ τῆς θεότητος φύσει τὴν πίστιν ἀνατιθείς, ὡς ἐν προσώπῳ Πατρός, καὶ οὐχὶ τῇ καθ' ἡμᾶς σμικροπρεπείᾳ προσνέμων, ἔφασκεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ' εἰς τὸν πέμψαντά με, καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. Ἆρ' οὐκ ἴσον εἰπεῖν· Ὦ τῶν ἐμῶν κατήκοοι λόγων, μὴ μικρὰ καὶ χαμαιρριφῆ τὰ εἰς ἐμὲ δοξάζετε· ἴστε δὲ ὅτι τὴν εἰς αὐτὸν ἐμὲ τὸν ὁρώμενον ἐν σαρκὶ προϊέμενοι πίστιν οὐκ εἰς ἄνθρωπον ἁπλῶς ἔσεσθε πεπιστευκότες, ἀλλ' εἰς αὐτὸν τὸν Πατέρα, δι' ἐμοῦ τοῦ κατὰ πᾶν ὁτιοῦν ἴσως τε καὶ ἀπαραλλάκτως ἔχοντος Υἱοῦ, σαρκωθέντος μὲν δι' ὑμᾶς, καὶ περίβλημα σμικροπρεπὲς οἰκειουμένου, τὴν ἀνθρωπότητα, τό γε μὴν ἰσοφυές τε καὶ ἰσουργόν, καὶ ἐν ταυτότητι δόξης ἀδιαλώβητον παντελῶς ἔχοντος πρὸς αὐτόν; {Β} Ἔοικεν. {Α} Ἀναμάθοις δὲ ἂν καὶ ἑτέρως αὐτὸν τὴν πίστιν οὐ διωθούμενον, ἀλλὰ τομῆς τινος δίχα καὶ διαφορᾶς εἰσδεδεγμένον αὐτὴν ὡς ἐν ἰδίῳ προσώπῳ καὶ εἰ γέγονε σάρξ. Ἐπειδὴ γὰρ τὸν ἐκ γενητῆς ἐξιᾶτο τυφλόν, καὶ τὸ γλυκὺ μέν, ἄηθες δ' οὖν ἐνεφύτευσε φῶς αὐτῷ, παρὰ πάντων εἰκότως ἐθαυμάζετο. Ἀλλ' ὁ μὲν τοῦ πάθους ἀπηλλαγμένος παρὰ τοῖς Ἰουδαίοις ἐκρίνετο, καὶ ὡμολόγει τὸν ἰατρόν. Χριστὸς δὲ αὐτῷ περιτυχών, Σὺ πιστεύεις, ἔφασκεν, εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Τοῦ δὲ τὸ Τίς ἐστι, Κύριε, διακεκραγότος, ἵνα πιστεύσω εἰς αὐτόν; ἀντεφώνει λέγων· Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. Ὁ δὲ ἔφη· Πιστεύω, Κύριε. Καὶ προσεκύνησεν αὐτῷ. Καίτοι πῶς οὐχ ἅπασι συμφανὲς ὡς ἄποπτος παντελῶς ἡ θεία τε καὶ ἀνωτάτω φύσις; Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε, κατὰ τὸ γεγραμμένον. Εἴπερ οὖν διιστὰς ἑαυτοῦ τὸ ἀνθρώπινον, ὡς αὐτὸ δὴ τοῦτο πεφηνώς, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος γυμνὸς καὶ μόνος ἠξίου πιστεύεσθαι, τί μὴ μᾶλλον τὴν τοῦ Θεοῦ φύσιν ἀναλογίζεσθαι δεῖν, ἥτις ποτέ ἐστι, τὸν εὖ παθόντα διεκελεύετο, παρέδειξε δὲ σωματικῶς, ὡς καὶ 704 αὐτοῖς ὄμμασι καταθεᾶσθαι παρόν; Ἔφη γὰρ ὅτι Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. Ἦ οὐχὶ τὴν σάρκα παραδεῖξαι φήσομεν; {Β} Καὶ πάνυ. {Α} Εἶτα πῶς αὐτὸς ἂν εἴη λοιπὸν ἡ σάρξ, εἰ μὴ νοοῖτο καθ' ἕνωσιν, ὡς αὐτὸς ὑπάρχων τὸ ἴδιον αὐτοῦ, καθάπερ ἀμέλει καὶ ἐφ' ἡμῶν γένοιτ' ἄν; Καταδείξειε γὰρ ἄν τις οὐ μεμερισμένως οὐδὲ ἀτελῶς τὸν καθ' ἡμᾶς ἄνθρωπον, τὸν ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, καὶ ἀπὸ μόνης αὐτοῦ τῆς σαρκός. {Β} Σύμφημι· λέγεις γὰρ ὀρθῶς. {Α} Γέγραφε δέ που καὶ ὁ σοφὸς ἡμῖν Ἰωάννης ὅτι Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. Ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ. Κατατεθήποι δ' ἄν τις οὐ μεῖον καὶ τὸν θεσπέσιον Πέτρον Ἰουδαίοις προσπεφωνηκότα σαφῶς καὶ ἀναφανδόν· Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. Καὶ μεθ' ἕτερα πάλιν· Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία. Οὐδὲ γὰρ ὄνομα ἕτερόν ἐστιν ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Τίς οὖν ἄρα ἐστὶν ὁ καὶ θάνατον ὑποδὺς καὶ ἐγηγερμένος ἐν δόξῃ καὶ ἐκ Ναζαρέτ, εἰ μὴ Ἰησοῦς Χριστός, τουτέστιν ὁ πρὸ παντὸς μὲν αἰῶνος ἐκ Πατρὸς ἀπορρήτως