1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

22

Ἰσραήλ. Αὐτὸς δὲ τοῖς ἑαυτοῦ μαθηταῖς· Ὑμεῖς δὲ καλεῖτέ με, φησίν, ὁ Κύριος καὶ ὁ ∆ιδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Ἔργῳ δὲ αὐτὸ πιστούμενος, ἀνίησι μὲν ἁμαρτίας, ἐξουσίαν δὲ δέδωκε κατὰ πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. Ἦ οὐκ ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου τεθεράπευται μὲν ὁ τὼ πόδε λελωβημένος καὶ τῇ ὡραίᾳ προσιζάνων πύλῃ; Ἀρρωστίαν δὲ τὴν οὕτω μακρὰν ἀπεσείσατο, καὶ κομιδῇ δυσδιάφυκτον διέδρα νόσον Αἰνέας, πρὸς ὃν ὁ Θεσπέσιος ἔφη [Παῦλος]· Ἀινέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός. {Β} Ἀληθές. {Α} Πανταχόθεν οὖν ἄρα συνωθούμενοι πρὸς ἀλήθειαν, καὶ τὸ τοῖς ἱεροῖς Γράμμασι δοκοῦν ἰχνηλατεῖν εὖ μάλα σπουδάζοντες, καὶ ταῖς τῶν πατέρων ἑπόμενοι δόξαις, τὸν ἐκ ῥίζης Ἰεσσαί, τὸν ἐκ σπέρματος ∆αυείδ, τὸν ἐκ γυναικὸς κατὰ σάρκα, τὸν μεθ' ἡμῶν ὑπὸ νόμον ὡς ἄνθρωπον καὶ ὑπὲρ ἡμᾶς ὑπὲρ νόμον ὡς Θεόν, τὸν δι' ἡμᾶς τε καὶ μεθ' ἡμῶν ἐν νεκροῖς, τὸν ὑπὲρ ἡμᾶς δι' ἑαυτὸν ζωοποιὸν καὶ ζωήν, Υἱὸν εἶναι τοῦ Θεοῦ κατὰ ἀλήθειαν πιστεύομεν, οὔτε ψιλοῦντες θεότητος τὸ ἀνθρώπινον, οὔτε μὴν ἀνθρωπότητος ἀπαμφιεννύντες τὸν Λόγον μετὰ τὴν ἄφραστον συμπλοκήν, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦντες Υἱόν, ἐκ δυοῖν πραγμά τοιν, εἰς ἕν τι τὸ ἐξ ἀμφοῖν ἀπορρήτως ἐκπεφηνότα, καθ' ἕνωσιν δηλονότι τὴν ἀνωτάτω, καὶ οὐ φύσεως παρατροπήν. Ὅσον γὰρ οὕτω δοξάζουσι περιέσται τὸ κέρδος, σαφηνιεῖ λέγων ὁ Χριστοῦ μαθητής· Ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ. Ὅτι δὲ Ἰησοῦς Χριστός, ὁ ἐκ ∆αυεὶδ κατὰ σάρκα, κατὰ φύσιν καὶ ἀληθῶς Υἱός ἐστι τοῦ Θεοῦ, καθὸ γέγονε σὰρξ ὁ Λόγος καὶ ἐσκήνωσεν ἐν ἡμῖν, κατασφραγιεῖ λέγων ὁ σοφὸς Ἰωάννης· Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ 714 Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος, καὶ δι' αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.