1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

8

μὲν ὀρθῶς, τὸ δεῖνα δὲ αὖ ἑτεροίως ἔχειν χρῆν δήπου καὶ ἦν ἄμεινον ἀληθῶς, ἀπονέμειν δὲ μᾶλλον τῷ πανσόφῳ Θεῷ τῶν ἰδίων διασκέψεων τὴν ὁδόν, καὶ μὴ τοῖς εὖ ἔχειν παρ' αὐτῷ δεδοκιμασμένοις ὑπερφιάλως ἐπιτιμᾶν. Ἀκουσόμεθα γὰρ λέγοντος ἐναργῶς· Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, ἀλλ' ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Εἶτα τὸ δοκοῦν αὐτοῖς ηὑρῆσθαι σοφῶς ἕωλον παντελῶς καὶ ἀμαθὲς ὂν ἁλώσεται. Εἰ γὰρ δή τις ἕλοιτο ψυχῆς λογικῆς τὸν θεῖον ἐκεῖνον ἀπογυμνῶσαι ναόν, οὐκ ἐξ ἀτελῶν ἡ σύνοδος ἔσται δύο, πολλοῦ γε καὶ δεῖ. Ἔστι μὲν γὰρ ὁμολογουμένως ὡς πρὸς ὅλον ἄνθρωπον, τὸν ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, μόνη καὶ καθ' ἑαυτὴν ὡς μέρος ἡ σάρξ. 690 Ἀλλ' ὅ γε Θεὸς Λόγος, οὐχ ὡς μέρος ἂν νοοῖτό τινος, ἀλλ' οὐδὲ ἀτελής, ὦ γενναῖοι. Παντέλειος γὰρ ἐν ἰδίᾳ φύσει. Ποῦ τοίνυν ἐξ ἀτελῶν ἡ πρὸς ἕν τι τέλειον ἔσται συνδρομή, εἴπερ ἐστὶν ἐκ τελείου Λόγου καὶ σαρκὸς ἀτελοῦς, ὅσον ἧκεν εἰς λόγον τὸν ἐπ' ἀνθρώπῳ τελείῳ καὶ ἀρτίως ἔχοντι κατὰ τὴν ἰδίαν φύσιν; Υἱοὺς δὲ οὔτι που δύο προσκυνήσομεν, ἀλλ' οὐδὲ χριστοὺς ἐροῦμεν δύο, κἂν ἐξ ἀνθρώπου τελείου καὶ ἐκ Θεοῦ Λόγου τὴν εἰς ἑνότητα συνδρομὴν πεπράχθαι πιστεύωμεν τοῦ Ἐμμανουήλ. Ὥσπερ γάρ, κατά γε τὸ ἐκείνοις εὖ ἔχειν δοκοῦν, καὶ εἰ ἐκ μόνης λέγοιτο τῆς σαρκὸς καὶ τοῦ ἐκ Θεοῦ Πατρὸς πεφηνότος Λόγου, οὐδεὶς αὐτοὺς ἀναπείσει τρόπος ἀναμέρος τὴν σάρκα τιθέντας καὶ ἀναμέρος αὖ τὸν Μονογενῆ, δυάδα χριστῶν ὁμολογεῖν, ἀλλ' εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν παραδέξονται τὸν Ἐμμανουήλὀρθὰ γὰρ δὴ λίαν ἔν γε τούτῳ φρονεῖν ἐγνώκασινοὕτω κἂν ἀνθρώπῳ τελείῳ, δῆλον δὲ ὅτι τῷ ἐκ ψυχῆς καὶ σώματος οἱονεὶ συνενηνέχθαι τε καὶ ἡνῶσθαι λέγωμεν ἀπορρήτως τε καὶ ὑπὲρ νοῦν τὸν ἐκ Θεοῦ Λόγον, οὐχ υἱῶν δυάδα νοήσομεν, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν φύσει μὲν ὄντα Θεὸν καὶ ἐξ αὐτῆς πεφηνότα τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς γενόμενον ἄνθρωπον καὶ διὰ τῆς ἁγίας Παρθένου γεγεννημένον, καὶ πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων προσκυνούμενον κατὰ τὰς Γραφάς. {Β} Τί οὖν, εἰ δὴ φαῖεν ὅτι μόνης μὲν ἐδεῖτο τὸ καθ' ἡμᾶς τῆς τοῦ Μονογενοῦς ἐπιδημίας, ἐθελήσας δὲ ὀφθῆναι τοῖς ἐπὶ γῆς, καὶ ἀνθρώποις συναναστραφῆναι, παραδεῖξαί τε ἡμῖν τῆς εὐαγγελικῆς πολιτείας τὴν ὁδόν, οἰκονομικῶς ἠμπέσχετο τὴν ὁμοίαν ἡμῖν σάρκα; Τὸ γάρ τοι θεῖον κατὰ φύσιν ἰδίαν οὐχ ὁρατόν. {Α} Ἠγνοηκότες ἁλώσονται τῆς ἐνανθρωπήσεως τὸν σκοπόν, καὶ συνέντες οὐδαμῶς τὸ μέγα τῆς εὐσεβείας μυστήριον. Εἰ γὰρ δὴ μόνην ἔχει τὴν ἀφορμὴν τὸ ὀφθῆναι τοῖς ἐπὶ γῆς τοῦ Μονογενοῦς ἡ σάρκωσις, εἴτ' οὖν ἐνανθρώπησις, προσετίθει γε μὴν ἕτερον οὐδὲν τῇ ἀνθρωπείᾳ φύσει, πῶς οὐκ ἄμεινον ἤδη πως καὶ σοφὸν τῇ τῶν δοκητῶν συμφέρεσθαι δόξῃ καὶ ἡμᾶς αὐτούς; Οἳ σαρκός τε ὁμοῦ καὶ γηΐνου σώματος ἀπαμφιεννύντες τὸν Λόγον, ὦφθαι μὲν ἐπὶ γῆς ὡς ἄνθρωπον μυθοπλαστοῦσιν οἱ δείλαιοι, γένοιτο δὲ ὅτι τῶν καλλίστων εἰσηγητὴς διωμολογήκασιν ἐναργῶς. Ἢ οὐκ ἄμεινον ἐρεῖς, εἰ μηδὲν ὀνίνησι τὴν 691 ἀνθρώπου φύσιν ὁ ἐκ Θεοῦ Λόγος καὶ εἰ γέγονε σάρξ, ἀπαλλάττεσθαι μὲν ἀκαθαρσίας σαρκικῆς, δόξαι δ' οὖν ἅπαξ τῷ γηΐνῳ προσκεχρῆσθαι σώματι, διαπερᾶναί τε οὕτω τὸν προτεθέντα σκοπόν; {Β} Τίς οὖν ἂν γένοιτο τῆς ἐπιδημίας ὁ λόγος, ἢ τίς ὁ τρόπος τῆς ἐνανθρωπήσεως, πέπρακται δὲ ὅτου χάριν, ἐθέλοιμ' ἂν ἐκμαθεῖν. {Α} Ἴθι δὴ οὖν, ὦ γενναῖε, πύθου τῶν ἱερῶν Γραμμάτων, καὶ ταῖς τῶν ἁγίων ἀποστόλων φωναῖς ἐνερείσας εὖ μάλα τῆς διανοίας τὸν ὀφθαλμόν, ἄθρει καλῶς τὸ ζητούμενον. Ἔφη τοίνυν ὁ σοφὸς ἡμῖν Παῦλος, αὐτὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα Χριστόν· Ἐπειδὴ γὰρ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν,