1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

12

Θεός, προσλαβὼν δὲ τὸ ἀνθρώπινον, νοοῖτ' ἂν εἰκότως καὶ ἐκ σπέρματος γεγεννῆσθαι ∆αυείδ, καὶ νεωτάτην ἔχειν τὴν ἐν ἀνθρωπότητι γέννησιν. Ἔστι δὲ οὐκ ἀλλότριον αὐτοῦ τὸ προσληφθέν, ἀλλ' ἴδιον ἀληθῶς. Λελόγισται τοιγαροῦν ὡς ἓν πρὸς αὐτόν, καθάπερ ἀμέλει καὶ τὴν ἀνθρώπου σύνθεσιν καταθρήσαι τις ἄν. Πέπλεκται μὲν γὰρ ἐξ ἀνομοίων τὴν φύσιν, ψυχῆς δὴ λέγω καὶ σώματος, ἀλλ' οὖν εἷς νοεῖται τὸ συναμφότερον ἄνθρωπος. Ὡς ἀπὸ μόνης μὲν τῆς σαρκὸς ὅλον ἔσθ' ὅτε κατωνομάσθαι τὸ ζῶον, ψυχῆς δὲ ὠνομασμένης, νοεῖσθαι τὸ συναμφότερον, κατὰ τὸν ἶσον οὖν ἄρα τρόπον, καὶ ἐπ' αὐτοῦ παραδέξῃ Χριστοῦ. Εἷς γὰρ Υἱὸς καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς καὶ πρὸ σαρκὸς καὶ ὅτε πέφηνεν ἄνθρωπος, καὶ τὸν ἀγοράσαντα ἡμᾶς ∆εσπότην οὐκ ἀρνησόμεθα, κἂν εἰ διὰ τῶν ἀνθρωπίνων ἡμῖν καὶ ἐκ τῶν τῆς κενώσεως μέτρων κατασημαίνοιτο. {Β} Οὐχ ἕπομαι λίαν, ἀναμαθεῖν δ' ἂν ἐθέλοιμι σαφῶς. {Α} Ἰουδαίοις ἔφη προσλαλῶν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμἐποιεῖτε ἄν. Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, τοῦτο Ἀβραὰμ οὐκ ἐποίησε. Γράφει δὲ καὶ ὁ Παῦλος περὶ αὐτοῦ· Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν Υἱός, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν. Ἆρ' οὖν 697 ἄνθρωπον αὐτὸ δὴ τοῦτο ψιλὸν καὶ κατ' οὐδένα τρόπον ἀνεστηκότα τῶν καθ' ἡμᾶς λογιούμεθα τὸν Χριστόν; {Β} Μὴ γένοιτο. {Α} Τὴν δὲ τοῦ Θεοῦ σοφίαν καὶ δύναμιν ἀσθενείας εἰς τοῦτο καθικέσθαι δώσομεν ὡς δεδιέναι μὲν θάνατον, ἐξαιτεῖν δὲ τὸ σώζεσθαι παρὰ τοῦ Πατρός, καὶ τοῦ κατὰ φύσιν εἶναι ζωὴν ἐκπέμψομεν τὸν Ἐμμανουήλ; Ἢ περιτρέποντες εἰς τὴν ἀνθρωπότητα, καὶ εἰς μέτρον φύσεως τῆς καθ' ἡμᾶς τὸ ἐν λόγοις σμικροπρεπές, δράσομέν τι τῶν ἐπαινουμένων, καὶ ἐξ ὧν ἐστι Θεὸς τὴν ὑπερκόσμιον αὐτοῦ κατοψόμεθα δόξαν, τὸν αὐτὸν εἶναι συνέντες ἄνθρωπόν τε καὶ Θεόν, ἤτοι Θεὸν ἐνηνθρωπηκότα; {Β} Φράσον ὅπως. {Α} Ἡκέτω δὴ οὖν εἰς μέσον ἡμῖν ὁ δοκιμώτατος Παῦλος ταυτὶ βοῶν τε καὶ λέγων· Σοφίαν λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Καὶ μὴν ἐπὶ τούτοις· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Καίτοι τό γε εἶναί τε καὶ ὀνομάζεσθαι τῆς δόξης Κύριον, πῶς οὐχὶ λίαν ὑπερτενὲς καὶ παντὸς ἐπέκεινα γενητοῦ καὶ παρηγμένου πρὸς γένεσιν; Καὶ παρίημι μὲν τὰ ἀνθρώπινασμικρὰ γὰρ δὴ λίανἐρῶ δ' οὖν ὅτι κἂν ἀγγέλους ὀνομάσαι, καὶ Ἀρχὰς καὶ Θρόνους καὶ Κυριότητας ἀπαριθμήσαιτό τις, καὶ μὴν καὶ εἰ τῶν ἀνωτάτω διαμεμνήσεται Σεραφίμ, κατόπιν ἰόντα τῆς οὕτως ὑπερτενοῦς ὁμολογήσειεν ἂν εὐκλείας, εἴ γε νοῦν ἔχοι μὴ παρεφθαρμένον. Ἔκκριτον γὰρ εἶναι τὸ γέρας φημί, καὶ δεῖν ἀνακεῖσθαι μόνῃ τῇ τῶν ὅλων παμβασιλίδι φύσει. Πῶς οὖν ἂν γένοιτο τῆς δόξης Κύριος ὁ ἐσταυρωμένος; Τὸ δὲ ἀπαύγασμα τοῦ Πατρὸς καὶ τῆς οὐσίας ὁ χαρακτήρ, ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, κρείττων ἀγγέλων γεγενῆσθαι λέγεται, τάχα που τὸ ἔλαττον, ὡς ἐγᾦμαι, λαβών, ὅτε πέφηνεν ἄνθρωπος. Γέγραπται γὰρ ὅτι Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον.