1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

15

τοῖς μὴ φύσει θεοῖς. Νυνὶ δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε; Ποῖον γὰρ ἔτι Θεὸν ἐγνώκασιν εἰ μὴ φύσει Θεὸς ὁ Χριστὸς εἰς ὃν πεπιστεύκασι; Καὶ εἰ λελατρεύκασιν ἀνθρώπῳ, τοῖς τῆς ἀρχαίας πλανήσεως ἐνέχονται βρόχοις. Ἢ οὐκ ἀληθὲς ὅ φημι; {Β} Πάνυ μὲν οὖν. {Α} Ἄθρει δὴ οὖν ὅπως ἐξ ἀναγκαίων ἤδη συλλογισμῶν μονονουχὶ καὶ οὐχ ἑκόντες συνωθούμεθα πρός γε τὸ δεῖν ἐμφρόνως ὡς Θεῷ τῷ κατὰ φύσιν προσκυνεῖν τῷ Υἱῷ, καὶ ἐν τῷ καθ' ἡμᾶς πεφηνότι σχήματι, τῆς εἰς ἑνότητα συνδρομῆς οὐκ ἀνικάνως ἐχούσης εἰς τὸ ἀφανίσαι τυχὸν τὸ καὶ ἔσθ' ὅτε λυποῦν εἰς ἀνθρωπότητος ὑποψίαν. {Β} Πῶς ἔφης; {Α} Προσλαβοῦσα γὰρ ἡ τοῦ Λόγου φύσις τὸ ἀνθρώπινον, οὐκ ἀνθρωπότης ἔσται ψιλή, νικῶσα δὲ μᾶλλον ἰδίᾳ δόξῃ τὸ προσληφθέν, ἐν ἀκλονήτῳ σῴζεται διαμονῇ τῆς θεοπρεποῦς εὐκλείας. Ταυτὶ φρονοῦντες οἱ μαθηταί, προσεκύνουν λέγοντες· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ, καίτοι βάδην ἰόντα βλέποντες καὶ ἐν σαρκὶ καθ' ἡμᾶς· ἐπ' ἄκρου γὰρ δὴ διέθει κύματος παραδόξως ὡς Θεός. {Β} Καὶ τίς ἦν ὁ λέγων πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα· Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν; Εἶτα πῶς ἔσται προσκυνητὸς ὁ τοῖς προσκυνοῦσι συντεταγμένος; {Α} Καὶ μήν, ὦ φιλότης, τὸ Τίς δὴ τοῦτο πλειστάκις ἀναφωνεῖς τὸ λεξείδιον, οὐκ οἶδ' ὅπως τοῖς ἀσυνέτοις 702 ἐξευρημένον. Μεμέρισται γὰρ οὐδαμῶς ὁ Χριστός. Ὁ δὲ τῷ γυναίῳ προσλαλῶν, ὁ εἷς τε καὶ μόνος Κύριος ἦν Ἰησοῦς ὁ Χριστός, ἔκ τε τῆς προσκυνούσης ἀνθρωπότητος καὶ ἐκ τῆς προσκυνουμένης θεότητος συγκείμενος ἀπορρήτως, καθάπερ ἀμέλει φαίη τις ἂν καὶ ἑτέρως περὶ αὐτοῦ. Ἧ μὲν γάρ ἐστι Θεός, νοοῖτ' ἂν ὑπάρχων αὐτὸς ὁ τῆς δόξης Κύριος, ᾗ δὲ γέγονεν ὁ κατὰ μέθεξιν τὴν παρὰ Θεοῦ δοξαζόμενος ἄνθρωπος, ἐδεῖτο καὶ δόξης, λέγων· Πάτερ, δόξασόν σου τὸν Υἱόν. Ἀλλ' Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, κατὰ τὸ γεγραμμένον. Ὥσπερ οὖν ἐστι μία πίστις, ἡ εἰς Χριστόν, καὶ ἓν ἀληθῶς τὸ βάπτισμα, καίτοι βαπτιζομένων καὶ πεπιστευκότων ἡμῶν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον τε καὶ λόγον, μία προσκύνησις Πατρὸς καὶ ἐνανθρωπήσαντος Υἱοῦ καὶ ἁγίου Πνεύματος. Ἐξωσθήσεται γὰρ οὐδαμῶς τοῦ προσκυνεῖσθαι δεῖν πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων ὁ Μονογενής, καὶ εἰ γέγονε σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν, κεχρημάτικέ τε πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς. Ἐπεὶ τίς ἂν γένοιτο λοιπὸν ὁ τῆς ἐπ' αὐτῷ πίστεως λόγος, πῶς οὐκ ἄξιον ἰδεῖν; Οὐδὲ γάρ, οἶμαι, φαῖεν ἂν οἵπερ ἂν ἕλοιντο φρονεῖν ὀρθῶς ὡς εἰς μόνον πεπιστεύκαμεν τὸν ἐκ Θεοῦ φύντα Λόγον, ἀπογυμνοῦντες αὐτὸν τῆς σαρκός. Οὐδ' αὖ ἐκεῖνο παρήσομεν εἰπεῖν· λελέξεται γάρ. {Β} Τὸ τί δὴ φής; {Α} Οὐ γὰρ ὡς εἰς ἕνα τῶν καθ' ἡμᾶς, οὔτε μὴν ὡς εἰς ἄνθρωπον ἡ πίστις, ἀλλ' <ὡς> εἰς Θεὸν πράττεται τὸν φύσει καὶ ἀληθῶς ἐν προσώπῳ Χριστοῦ. Συλλήψεται δὲ τῷ λόγῳ καὶ ὁ σοφὸς γράφων Παῦλος· Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον. Ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Χριστοῦ, ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης αὐτοῦ ἐν προσώπῳ <Ἰησοῦ> Χριστοῦ. Ἰδοὺ δὴ σαφῶς τε καὶ ἐναργῶς ὁ φωτισμὸς τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρὸς ἐν προσώπῳ διέλαμψε τοῦ Χριστοῦ. Τοιγάρτοι καὶ ἔφασκεν· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα, ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Χαρακτὴρ δὲ ὁ θεῖος οὐ σωματικός, ἀλλ' ἐν δυνάμει καὶ δόξῃ τῇ θεοπρεπεστάτῃ. Τοῦτο δὲ ἦν ἀκραιφνὲς ἐν Χριστῷ· γνωρίζεσθαί τε καὶ διὰ τούτων ἠξίου, καὶ διὰ τῆς τῶν δρωμένων ὑπεροχῆς εἰς ἐννοίας ἀναθρώσκειν τὰς ἐπ' αὐτῷ τοὺς ἀκροωμένους ἤθελε, κατασμικρυνούσης αὐτὸν ἠρέμα τῆς ὁρωμένης σαρκός. Εἰ γὰρ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός 703 μου, φησί, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς