1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

17

γεγεννημένος, ἐν δέ γε τῷ λοίσθῳ καὶ εἰς πέρας ἥκοντι τοῦ αἰῶνος καιρῷ καὶ σωματικῶς ἐκ γυναικός; Ὁ πίστιν οὖν ἄρα τὴν εἰς αὐτὸν προσιέμενος γέρας ἀποίσεται τὸ ἐξαίρετον· διακεκλήσεται γὰρ υἱὸς Θεοῦ· Ὅσοι γὰρ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν, φησί, τέκνα Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Ἵνα γὰρ γένηται πρωτεύων ἐν πᾶσιν αὐτός, καθὰ γέγραπται, γεγέννηται μὲν διὰ γυναικός. Ἐπειδὴ δέ ἐστιν ἀπαρχὴ τῆς ἀναμορφουμένης κτίσεως δι' ἁγιασμοῦ πρὸς Θεόν, καὶ πρό γε τῶν ἄλλων αὐτὸς γεννητὸς ἐδείχθη Πνεύματος, τὴν ἀνδρός τε καὶ γυναικὸς ὑπερθρώσκων σύνοδον, καὶ οὐκ ἀτιμίᾳ καὶ μώμῳ καταδικάζων τὴν φύσιντίμιος γὰρ ὁ γάμος, καὶ ὁ πλάσας ἀπ' ἀρχῆς 705 ἄρσεν καὶ θῆλυ πεποίηκεν αὐτούςἀλλὰ τῷ μείζονι καὶ ἀσυγκρίτως ὑπερκειμένῳ προσνέμων ἤδη πως τὰ ἀνθρώπινα. Γεννητοὺς γὰρ Πνεύματος, οὐκ ἀνδρῶν, ἡμᾶς ἔτι χρηματίζειν ἤθελε. Καὶ γοῦν Πατέρα, φησί, μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε. Οὐκοῦν, ἀμώμητον παντελῶς τὸ πιστεύειν εἰς αὐτόν, μᾶλλον δὲ καὶ τῇ τῶν πλημμελημάτων ἀμνηστίᾳ τετίμηται. Γράφει γὰρ ὧδε πάλιν ὁ ἔκκριτος Παῦλος· Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν. Κατοκνήσω δὲ οὐδαμῶς ὅπερ ἤδη φθάσας ἔφην ἀνακυκλήσας εἰπεῖν, ὅτι Χριστὸς Ἰησοῦς οὐ γυμνὸς καὶ καθ' ἑαυτὸν ὁ ἐκ Θεοῦ νοεῖται Λόγος, ἀλλ' ὅτε προσέλαβε τὸ ἀνθρώπινον καὶ ἐνεπλάκη σαρκί. Οὕτως ἔχοντα καὶ ὁρώμενον, καὶ ἐν εἴδει τῷ καθ' ἡμᾶς τυγχάνοντα, τοῖς ἁγίοις ἀποστόλοις παρέδειξεν ὁ Πατήρ, φωνῆς ἄνωθεν ἐκπεποιημένης τοιᾶσδε· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε. Σύνες οὖν ὅπως οὐκ ἐν τούτῳ, φησίν, ἐστὶν ὁ Υἱός μου, ἵνα μὴ ἀναμέρος ὡς ἕτερος ἐν ἑτέρῳ τυχόν, ἀλλ' εἶς νοοῖτο καὶ ὁ αὐτὸς καθ' ἕνωσιν οἰκονομικήν. Πλημμελὲς δὲ ὅτι τὸ ἀντιτείνειν ἐστί, καὶ τῶν ὅτι μάλιστα σφαλερωτάτων, ἀναπείσει γράφων Ἰωάννης ὡδὶ Ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ, ὅτι μεμαρτύρηκε περὶ τοῦ Υἱοῦ αὐτοῦ· ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ἔχει τὴν μαρτυρίαν τοῦ Θεοῦ ἐν ἑαυτῷ. Ὁ μὴ πιστεύων τῷ Θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐκ ἐπίστευσεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ Θεὸς περὶ τοῦ Υἱοῦ αὐτοῦ. Μεμαρτύρηκε δὲ ὅτι οὗτος, ὁ μετὰ σαρκὸς καὶ ἐν τῇ τοῦ δούλου μορφῇ, μοναδικῶς τε καὶ ἰδικῶς ἐμὸς ἀληθῶς Υἱός. Τί δέ; Οὐχὶ καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος εὐκλεᾶ χάριν, καὶ τὴν ἐν αὐτῷ ζωοποίησιν, καὶ τὴν Θεοῦ μέθεξιν δι' ἁγιασμοῦ ἐν Πνεύματι διὰ Ἰησοῦ Χριστοῦ πεπράχθαι δώσομεν; {Β} Ἀναγκαίως. Μεμνήσομαι γὰρ Ἰωάννου λέγοντος· Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὔκ εἰμι ἱκανὸς τὰ ὑποδήματα βαστάσαι. Ἐκεῖνος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. {Α} Ἆρ' οὖν, ὦ ἑταῖρε, τῆς καθ' ἡμᾶς ἀνθρωπότητος ἔργον εἶναι φῶμεν τὸ ἐν Πνεύματι ἁγίῳ βαπτίζειν δύνασθαι καὶ πυρί; {Β} Καὶ πῶς ἂν εἴη τοῦτό γε; 706 {Α} Καὶ μὴν ἄνδρα λέγων τὸν ὅσον οὐδέπω παρεσόμενόν τε καὶ ὀφθησόμενον, αὐτὸν ἔφη βαπτίζειν ἐν πυρὶ καὶ ἁγίῳ Πνεύματι, οὐ τὸ ἀλλότριον τοῖς βαπτιζομένοις ἐνιέντα Πνεῦμα δουλοπρεπῶς καὶ ὑπουργικῶς, ἀλλ' ὡς Θεὸν κατὰ φύσιν μετ' ἐξουσίας τῆς ἀνωτάτω, τὸ ἐξ αὐτοῦ τε καὶ ἴδιον αὐτοῦ, δι' οὗ καὶ ὁ θεῖος ἡμῖν ἐνσημαίνεται χαρακτήρ. Ἀναμορφούμεθα γὰρ ὡς εἰς εἰκόνα τὴν θείαν εἰς Χριστὸν Ἰησοῦν, οὐ σωματικὸν ὑπομένοντες τὸν ἀναπλασμόν κομιδῇ γὰρ εὔηθες οἴεσθαι τουτίδιὰ δὲ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος, αὐτὸν ἐν ἑαυτοῖς πλουτοῦντες Χριστόν, ὡς ἤδη χαίροντας ἐκεῖνο φωνεῖν· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε,