1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

9

ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Καὶ μὴν καὶ ἑτέρωθι τρόπον ἡμῖν ἕτερον ἀφηγούμενος· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, φησίν, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ Πνεῦμα. Ἆρ' οὖν οὐχὶ προδηλότατον καὶ οὐδενὶ τῶν ὄντων ἀσυμφανὲς ὅτι καθ' ἡμᾶς γέγονεν ὁ Μονογενής, τουτέστι τέλειος ἄνθρωπος, ἵνα τῆς μὲν ἐπεισάκτου φθορᾶς τὸ γήϊνον ἡμῶν ἀπαλλάξῃ σῶμα, τῇ καθ' ἕνωσιν οἰκονομίᾳ καταβεβηκὼς εἰς ταυτότητα κατὰ νόμον τῆς ζωῆς, ψυχὴν δὲ ἰδίαν τὴν ἀνθρωπίνην ποιούμενος, ἁμαρτίας αὐτὴν ἀποφήνῃ κρείττονα τῆς ἰδίας φύσεως τὸ πεπηγός τε καὶ ἄτρεπτον, καθάπερ τινὰ βαφήν, ἐγκαταχρώσας αὐτῇ; {Β} Οὐκ ἀσυμφανὲς οἶμαί που τὸ χρῆμα. Φέρει γὰρ ἐν ἑαυτῷ τὸν εἰκότα, μᾶλλον δὲ τὸν ἀληθῆ λογισμόν. {Α} Ὥσπερ οὖν ἐπειδὴ γέγονε σὰρξ τοῦ ζωοποιοῦντος τὰ πάντα Λόγου τὸ θανάτου καὶ φθορᾶς ὑπερθρώσκει κράτος, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον, ἐπεί τοι γέγονε ψυχὴ τοῦ πλημμελεῖν οὐκ εἰδότος, ἐρηρεισμένην ἔχει λοιπὸν τὴν ἐφ' ἅπασι τοῖς ἀγαθοῖς ἀμεταποίητον στάσιν, καὶ τῆς πάλαι τυραννούσης ἁμαρτίας ἀσυγκρίτως εὐσθενεστέραν. Πρῶτος γὰρ ἄνθρωπος ὁ Χριστὸς ὃς οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ 692 εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, ῥίζα δὲ ὥσπερ καὶ ἀπαρχὴ τεθειμένος τῶν εἰς καινότητα ζωῆς ἀναμορφουμένων ἐν Πνεύματι, καὶ τὴν τοῦ σώματος ἀφθαρσίαν, καὶ τὸ τῆς θεότητος ἀσφαλὲς καὶ ἐρηρεισμένον ὡς ἐν μεθέξει καὶ κατὰ χάριν καὶ εἰς ἅπαν ἤδη τὸ ἀνθρώπινον παραπέμψει γένος. Καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος γράφει Παῦλος· Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Εἰκόνα μὲν γὰρ τοῦ χοϊκοῦ τὸ εὐόλισθον ἔφη πρὸς ἁμαρτίαν, καὶ τὸν ἐντεῦθεν ἡμῖν ἐπιρριφέντα θάνατον. Εἰκόνα δὲ αὖ τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ, τὸ ἑδραῖον εἰς ἁγιασμὸν καὶ τὴν ἐκ θανάτου καὶ φθορᾶς ἀνακομιδήν τε καὶ ἀνακαίνισιν εἰς ἀφθαρσίαν καὶ ζωήν. Ὅλον οὖν ὅλῳ συνηνῶσθαί φαμεν ἀνθρώπῳ τὸν Λόγον. Οὐ γάρ που τὸ ἄμεινον ἐν ἡμῖν, τουτέστι ψυχήν, οὐδενὸς ἂν ἠξίωσε λόγου, μόνῃ δωρούμενος τῇ σαρκὶ τῆς ἐπιδημίας τοὺς πόνους. Ἐπράττετο δὲ δι' ἄμφω καλῶς τῆς οἰκονομίας τὸ μυστήριον. Προσεχρήσατο δὲ καθάπερ ὀργάνῳ τῇ μὲν ἰδίᾳ σαρκὶ πρὸς τὰ σαρκὸς ἔργα τε καὶ ἀρρωστήματα φυσικὰ καὶ ὅσα μώμου μακράν, ψυχῇ δὲ αὖ τῇ ἰδίᾳ πρὸς τὰ ἀνθρώπινά τε καὶ ἀνυπαίτια πάθη. Πεινῆσαι γὰρ λέγεται, κόπους τε ὑπενεγκεῖν τοὺς ἐκ μακρῶν ὁδοιποριῶν, πτοίας τε καὶ φόβους καὶ λύπην καὶ ἀγωνίαν καὶ τὸν ἐπὶ τῷ σταυρῷ θάνατον. Ἐπαναγκάζοντος γὰρ οὐδενός, τέθεικεν ἀφ' ἑαυτοῦ τὴν ἰδίαν ψυχὴν ὑπὲρ ἡμῶν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Σάρκα μὲν τὴν ἰδίαν τῆς ἁπάντων σαρκὸς ἀνταποτιννύς, δῶρον ἀληθῶς ἀντάξιον, ψυχὴν δὲ ψυχῆς ἀντίλυτρον τῆς ἁπάντων ποιούμενος, εἰ καὶ ἀνεβίω πάλιν, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς Θεός. Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος· Ἄνδρες ἀδελφοί, φησίν, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου ∆αυεὶδ ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην ἡ ψυχὴ αὐτοῦ, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Οὐ γάρ τοι θέμις εἰπεῖν φθορᾷ μὲν δύνασθαι κρατεῖσθαι διηνεκεῖ τὴν ἑνωθεῖσαν τῷ Λόγῳ σάρκα, κάτοχον δὲ αὖ ταῖς ᾅδου πύλαις τὴν θείαν γενέσθαι ψυχήν.