2
ἀντίδικος ἡμῶν διάβολος, ὡς λέων ὠρυόμενος περιπατεῖ, ζητῶν τίνα καταπίῃ. Ἄγρυπνος γὰρ πολεμεῖ, καὶ περιέρχεται, τοὺς μὲν φίλους ὑπαγόμενος, τοὺς δὲ ἐχθροὺς ἐξαιτούμενος· οὐ γὰρ ἐξουσιάζει ἡμῶν. Καί τι τοιοῦτον αὐτοῦ τὰ ῥήματα βούλεται· Ἐπειδὴ, φη σὶ, γηίνων καὶ ἀερίων ὑποτασσομένων μοι, Ἰὼβ μό νος ἀνθίσταται, ἥκω αὐτὸν αἰτησόμενος. Στ. θʹ. Ἀπεκρίθη δὲ ὁ διάβολος, καὶ εἶπεν ἐν αντίον Κυρίου. ∆ιδύμου. Ἴδιον δὲ τῶν πρὸς ἀρετὴν ἀπεχθανο μένων, τὸ μὴ λογίζεσθαι γνήσια τὰ καλὰ τῶν πέλας, ἀλλὰ διαβάλλοντας λέγειν, ὡς ὅδε τις δίκαιός ἐστι, δι' ἀδυναμίαν τοῦ ἀδικεῖν· ὅδε τις σώφρων, διὰ τὴν καλουμένην ἠλιθιότητα· ὁ δὲ, χρήματα καὶ πορισμοὺς οὐκ ἔχει, διὰ τὸ πρὸς ταῦτα ἀνεπιτήδειον· καὶ ὅλως, οὐδεὶς φαῦλος ἀποδέχεταί τινος ἀρετὴν, ὡς γνη σίαν. Στ. ιαʹ. Ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. ∆ιδύμου. Χεῖρα Θεοῦ διαφόρως ἐκληπτέον, ἢ τὴν κολαστικὴν καὶ εἰς τοῦτο ὑπηρετικὴν δύναμιν, ἥ τις καὶ σκεῦος ὀργῆς λέγεται κατὰ τὸ, Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσεν· ἢ τὴν φρουρητικὴν καὶ σκε παστικὴν δύναμιν, ὡς τὸ, Ἔπλασάς με, καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Ἐνταῦθα τοίνυν τὸ, Ἀπόστειλον τὴν χεῖρά σου, ἀντὶ τοῦ, πληκτικῶς αὐτοῦ περίδραξαι, εἴρηται· τὸ δὲ, Ἅψαι αὐτοῦ, ἀντὶ τοῦ, 39.1124 καθάψαι, ἐπάγαγε θλιβερά. Ἔχομεν δὲ καὶ τούτου παράδειγμα τὸ, Μὴ ἅψησθε τῶν χριστῶν μου. Οὐ γὰρ τὴν ἁπλὴν ἁφὴν ἀπαγορεύει, ἀλλὰ τὴν κατὰ τῶν ἁγίων τόλμαν ἐπὶ κακώσει. Ὅρα δὲ ὅπως πανούρ γως, καὶ μεθ' ὑποκρίσεως, οὐ λέγει, ὅτι Ἐπίτρεψόν μοι, ἀλλὰ, Σὺ ποίησον. Σύνοιδε γὰρ τὴν ἑαυτοῦ ἀσθένειαν, καὶ ὅμως μέμηνε καὶ ἀλαζονεύεται, ὅπερ τῆς ἐσχάτης ἀνοίας ἐστί. Σὺ δέ μοι θεώρει καὶ ἑτέ ραν κακίαν, καὶ τυφλότητα διαβολικὴν, ὅτι τὸν μόνον ἀγαθὸν πείθειν ἐθέλει κακοποιεῖν· κατὰ πολλὴν δὲ λίαν ὠμότητα, οὐκ ἀρκεῖται μέρος αὐτοῦ τῆς οὐσίας ἀπολέσαι, ἤ τινας τῶν παίδων, ἀλλ' ἀθρόον αὐτὸν πάντων ἔρημον καταστῆσαι βούλεται· διὸ οὐ μερι κῶς, ἀλλὰ καθολικῶς ἐξαιτεῖται τὸν δίκαιον, λέγων· Ἅψαι πάντων ὧν ἔχει, γύμνωσον αὐτὸν πάσης ἀν θρωπίνης ἐλπίδος, ἔστω θλίψεων καὶ θρήνων εἰκὼν ἀπαράβλητος. Τότε γὰρ καὶ τὸ εὐχάριστον καὶ τὸ εὔγνωμον θαυμασθήσεται, ταῖς μεταβολαῖς μηδαμῶς ἐλεγχόμενον. Εἰ οὐκ εἰς πρόσωπόν σε εὐλογήσει, τουτέστιν ἐὰν μὴ τότε σε φανερῶς βλασφημήσῃ, καὶ ἐναντίον σου θρασυνόμενος ἀκονήσει τὴν γλῶσσαν, ἅτε τῶν συμφορῶν μὴ βαστάζων τὸ μέγεθος. Κἀνταῦθα τοίνυν, ἀντὶ τοῦ, καταράσεται, καὶ βλασφημήσει σε, ὁ διάβολος εἶπε, τῷ εὐφημοτέρῳ χρησάμενος ὀνόματι, ὅπως μὴ πρὸς Θεὸν τὴν τραχυ τέραν προενέγκηται λέξιν, μηδὲ ἐρεῖ, ὅτι ἐξ ἐναντίας ἄν σοι ἔσῃ, τῷ Θεῷ. Στ. ιβʹ. Τότε εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· Ἰδοὺ πάντα ὅσα ἔχει δίδωμι ἐν τῇ χειρί σου, ἀλλ' αὐ τοῦ μὴ ἅψῃ. ∆ιδύμου. Τὸ γὰρ, Ἰδοὺ δέδωκα πάντα ἐν τῇ χειρί σου, παραστατικόν ἐστι τοῦ μὴ χωρὶς θείας συγχωρήσεως ὑποπίπτειν τινὰ πειρασμοῖς. Ἵνα δὲ φανερὸν γένηται, ὅτι μέτρῳ καὶ τὴν συγχώρησιν ποιεῖται, ἐπιφέρει, Ἀλλ' αὐτοῦ μὴ ἅψῃ. Ὅθεν δῆλον, ὅτι οὔτε εἱμαρμένῃ αἱ περιστάσεις συμβαίνου σιν, οὔτ' ἐκ ταυτομάτου, ἀλλ' ἐκ Θεοῦ συγχωρή σεως. Καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ Κυρίου. Κατὰ δέ τινας, εἰ μὴ ἔξω γέγονε τοῦ Θεοῦ ὁ διά βολος, οὐκ ἂν ἐνήργησε τὰ κατὰ τοῦ Ἰώβ. Κυριολε κτεῖται δὲ ἐπὶ τούτου μᾶλλον ἢ ἐπὶ τοῦ Καῒν τό· Ἐξῆλθεν ἀπὸ προσώπου Κυρίου· ὃ δηλοῖ τὸ ἀφάνταστον τοῦ Θεοῦ εἶναι αὐτόν. Οὗτος γὰρ ἀεὶ τῶν ἔξω τυγχάνει, εἰ καὶ προσποιητῶς ἦλθε μετὰ τῶν παραστατῶν τοῦ Θεοῦ. Στ. ιγʹ. Καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη. ∆ιδύμου. Ἀκολούθως καὶ τῆς ἡμέρας μνημονεύει, καὶ τῆς συνελεύσεως τῶν τέκνων, ἵνα οὕτω καὶ τὸ τοῦ θανάτου αὐτῶν γένηται πιστὸν, ἀθρόως ὑφ' ἕνα καιρὸν ὑπὸ τὴν πτῶσιν τῆς οἰκίας ἀποθανόντων. Στ. ιδʹ. Καὶ ἰδοὺ ἄγγελος ἦλθε πρὸς Ἰὼβ, καὶ εἶπεν αὐτῷ, κ. τ. λ. ∆ιδύμου. Κατανοεῖν δὲ ἄξιον, ὅπως τὰ τῆς ἀπαγ γελίας ἀθρόως γεγενημένα, καὶ ἐκ