1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

10

οὐδ' αὐτὸς δηλονότι. ∆ιό φησιν, ὅτι Ἐξεταστής μου γινόμενος ἀκριβὴς (Θεὸς γὰρ εἶ), οὐκ ἀθῶόν με ἐάσεις.

ΚΕΦ. Ιʹ, στ. ηʹ. Αἱ χεῖρές σου ἔπλασάν με, καὶ ἐποίησάν με. 39.1145 ∆ιδύμου.

∆ιαφέρει δὲ τὸ, ἔπλασας, τοῦ, ἐποίη σας. Πέπλασται μὲν γὰρ τὸ σῶμα ἐξ ὑποκειμένης τῆς γῆς, ἤτοι τῆς γυναικός· πεποίηται δὲ ἡ ψυχὴ μὴ προϋποκειμένου τινός· ὡς γὰρ ἀσώματος, οὕτω καὶ ἀμέριστος. Στ. ιδʹ. Ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με· ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῶόν με πεποίηκας. ∆ιδύμου. Εἰκότως δὲ τοῦτο λέγει· Ἐπειδὴ γὰρ δημιουργὸν καὶ προνοητὴν ἑαυτοῦ οἶδε τὸν τῶν ὅλων Θεὸν, ἀκολούθως καὶ περὶ μακροθυμίας αὐτοῦ δι δάσκει· ἐπίσταται γὰρ καὶ αὐτὸς, κατὰ τὸν μακά ριον ∆αβὶδ, ὅτι Οὐκ ὀργὴν ἐπάγει καθ' ἑκάστην ἡμέραν, φυλάττει δὲ τὸν ἁμαρτάνοντα, οὐ βουλό μενος αὐτὸν ἁμαρτάνειν· [ἴσ. κατὰ τὸ] Οὐ βούλεται δὲ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετά νοιαν. Τὸ δὲ, Οὐκ ἀθῶόν με πεποίηκας, οἱ ἄλλοι, Οὐκ ἀθωώσεις με, Οὐ καθαρίσεις με, εἶπον. Στ. ιεʹ. Ἐάν τε γὰρ ἀσεβήσω, οἴμοι· ἐάν τε ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι. ∆ιδύμου. Τάχα δὲ καὶ τοιοῦτόν τι λέγει· Εἴτε προαιρετικῶς ἁμάρτω, οἴμοι· εἴτε ὡς ἐκ τῆς τοῦ Ἀδὰμ παραβάσεως, καὶ εἰς ἡμᾶς διαβαινούσης ἐκ διαδοχῆς τῆς ὀφειλῆς, πάλιν οὐδ' οὕτως ἀνακύψαι δυνήσομαι, ὡς παντὸς ἀπηλλαγμένος ῥύπου. Τῶν γὰρ ἁμαρτημάτων, τὰ μὲν ἐκ προαιρέσεως τῆς ἡμε τέρας ὑφίσταται, οἷς καὶ κόλασις ἕπεται· τὰ δὲ ἐκ προγόνων, οἷς καὶ κάθαρσις χρεωστεῖται. Στ. ιηʹ. Ἱνατί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον; Ὀφθαλμὸς δέ με οὐκ εἶδε, καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην. ∆ιατί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην; ∆ιδύμου. Ὅρα δὲ, ὅτι τῶν προσπεσόντων αὐτῷ πειρατηρίων ἐπιμνησθεὶς, ἐπὶ τὴν πρώτην αἰτίαν τῶν παθῶν ἀνατρέχει, τουτέστι τὴν παράβασιν, καὶ τὴν ἐκ φθορᾶς γένεσιν· καὶ οὐδαμοῦ μὲν κατὰ τῆς προτέρας τοῦ ἀνθρώπου ποιήσεως σχετλιάζει· τὸ δὲ πειρασθῆναι· τῆς ἐν βίῳ φθορᾶς, ἡγεῖται χαλεπὸν, κοιλίας τε καὶ γαστρὸς μνημονεύων. Ἡμεῖς γὰρ ἑαυτοῖς τῇ παραβάσει τὴν ὀδυνηρὰν ταύτην ζωὴν ἐπεισηγάγομεν. Στ. καʹ. Ἔασόν με ἀναπαύσασθαι μικρὸν, πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω. ∆ιδύμου. Εὐχῆς τρόπῳ ταῦτα προφέρει. Οὐ γὰρ αἱ ἐπικείμεναι ἀνίαι μικραὶ τυγχάνουσιν, οὐδὲ ἀναισθή τως ἔφερε τὰς ἀλγηδόνας· τοῦτο γὰρ οὐκ ἦν ἀνδρεῖον, εἰ οὐκ ᾐσθάνετο. ∆ιδάσκει δὲ, ὅτι καὶ Θεοῦ δυνάμει ὑπ έμεινε, δι' ὧν εὔχεται, εὐχαρίστως λέγων· Ἐκεχειρίαν μοι τῶν πόνων παράσχου, προσκαίρῳ ὄντι, καὶ εἰς ἀεὶ ἀπόλλυσθαι μέλλοντι· τοῦτο γὰρ δηλοῖ τὸ, πορευθῆναι ὅθεν οὐκ ἐπανελεύσεται. Καὶ δόγμα [γρ. δεῖγμα] τι διδάσκει κάλλιστον, ὅτι ὁ ἅπαξ ἐξελθὼν τοῦ βίου οὐκέτι εἰς τόνδε τὸν βίον ἐπαναστρέφει, ὡς μυθολο γοῦσιν οἱ τὰς μετενσωματώσεις τερατευόμενοι. Εἶτα διηγεῖται τὰ ἐν ᾅδου κακὰ, ἵνα γνῶμεν οἵων ἡμᾶς ἠλευθέρωσεν ὁ Σωτὴρ, εἰπὼν τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆ ναι.

39.1148 ΚΕΦ. ΙΑʹ, στ. ηʹ. Ὑψηλὸς ὁ οὐρανὸς, καὶ τί 39.1148 ποιήσεις; βαθύτερα

δὲ τῶν ἐν ᾄδου· τί οἶδας; ἢ μακρότερα μέτρου γῆς, ἢ εὔρους θαλάσσης; ∆ιδύμου. ∆εῖξαι δὲ βούλεται διὰ πάντων τούτων, ὅτι ἡ τῶν ἀνθρώπων γνῶσις μεμετρημένη ἐστὶ, μὴ ἐφικνουμένη τῶν τοῦ Θεοῦ κριμάτων. Καὶ νῦν γοῦν ὁ οὐρανὸς, φησὶν, ἐστὶ, καὶ ᾅδου βαθύτερα, καὶ μα κρότερα γῆς, καὶ τοῦ εὔρους [ἴσ. τὸ εὖρος] τῆς θα λάσσης, λέγε τι περὶ αὐτῶν, εἰ δύνασαι. Αἰνίττεται δὲ ἴσως, ὅτι κἂν ἐπιχειρήσῃ τις περὶ γῆς, καὶ θαλάσσης, καὶ οὐρανοῦ λαλῆσαι, ἀλλὰ τὰ ὑπὲρ ἐκεῖνα ἀγνοεῖ. Στ. ιβʹ. Ἄνθρωπος δὲ ἄλλως [ἴσ. τηνάλλως] νήχεται λόγοις, βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ. ∆ιδύμου. Τὸ τῆς τοῦ Θεοῦ γνώσεως ἀσφαλὲς παραβάλλων ταῖς τῶν