2
ἀνθρώπων καθίστασθαι, πῶς ἐγὼ ὁ ῥύπῳ μὲν πάσης ἁμαρτίας κατεστιγμένος, φέρων δὲ τῶν λογισμῶν ἐν ἐμαυτῷ τὸν πολυτάραχον κλύδωνα, καὶ μήτε νοῦν καὶ διάνοιαν κεκαθαρμένος, ὡς ἔσοπτρον θεοῦ καὶ τῶν θείων χρηματίσαι ἐμφάσεων, μήτε λόγον ἔχων ἐπαρκέσαι τοῖς νοηθεῖσι δυνάμενον, τὰ θεῖα καὶ ἄῤῥητα φθέγξομαι, τὰ πάσης λογικῆς φύσεως ὑπερβαίνοντα τὴν κατάληψιν; Ταῦτα δὴ λογιζόμενος ὤκνουν τὸν λόγον, ἐδεδίειν τε τὸ ἐπίταγμα, εἰρήσεται γὰρ τἀληθές, μήποτε διπλοῦν ὀφλήσω τὸν γέλωτα, τῆς ἀμαθίας ἅμα καὶ τῆς ἀνοίας· τὸ δὴ χαλεπώ τατον. Σύγγνωστον μὲν γὰρ τῆς ἀμαθίας τὸ ἔγκλημα, εἰ μὴ ἐκ ῥαθυμίας προέρχοιτο. Τὸ δὲ σὺν τῇ ἀμαθίᾳ κεκτῆσθαι τὴν τῆς γνώσεως οἴησιν, χαλεπὸν καὶ ἐπίμωμον καὶ συγγνώμης ἁπάσης ἀνάξιον καὶ μείζονος, ἵνα μὴ λέγω τῆς ἄκρας ἀμαθίας τεκμήριον. Ἀλλ' ἐπειδὴ τῆς παρακοῆς ὁ καρπὸς θάνατος, ὁ δὲ ταπεινὸς καὶ ὑπήκοος Χριστοῦ μαθητὴς καθιστάμενος πρὸς ὕψος ἀνάγεται καὶ χάριν παρὰ θεοῦ τὴν φωταγωγὸν κομίζεται καὶ ἀνοίγων τὸ στόμα πληροῦται τοῦ πνεύματος καὶ καρδίαν καθαίρεται διάνοιάν τε φωτίζεται καὶ λαμβάνει λόγον ἐν ἀνοίξει τοῦ στόματος, οὐ μεριμνῶν τί λαλήσει, ὄργανον δὲ χρηματίζων ἐν αὐτῷ λαλοῦντος τοῦ πνεύματος, δι' ὑμῶν τῷ ἐν ὑμῖν ἱεραρχοῦντι Χριστῷ πειθόμενος ὑποκύπτω τῷ ἐπιτάγματι καὶ ἀνοίγω τὸ στόμα θαῤῥῶν ταῖς ὑμετέραις εὐχαῖς, ὡς πληρωθήσεται πνεύματος, καὶ λαλήσω λόγια οὐ τῆς διανοίας καρπὸν τῆς ἐμῆς ἀλλὰ καρπὸν τοῦ τοὺς τυφλοὺς φωτίζοντος πνεύματος, ὅσα δώσει, λαμβάνων καὶ ταῦτα φθεγγόμενος. Καὶ πρότερον μὲν τῶν παρ' Ἕλλησι σοφῶν τὰ κάλλιστα παραθήσομαι εἰδώς, ὡς, εἴ τι μὲν ἀγαθόν, ἄνωθεν παρὰ θεοῦ τοῖς ἀνθρώποις δεδώρηται, ἐπειδὴ «πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον παρὰ τοῦ πατρὸς τῶν φώτων». Εἴ τι δὲ τῆς ἀληθείας ἀντίπαλον, τῆς σατανικῆς πλάνης «εὕρημα σκοτεινὸν καὶ διανοίας ἀνάπλασμα κακοδαίμονος», ὡς ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος. Τὸν τῆς μελίσσης οὖν τρόπον μιμούμενος τοῖς οἰκείοις τῆς ἀληθείας συνθήσομαι καὶ παρ' ἐχθρῶν σωτηρίαν καρπώσομαι, ἀποπέμψομαι δὲ πᾶν, ὅ τι φαῦλον καὶ τῆς ψευδωνύμου ἐχόμενον γνώσεως. Εἶτα τούτων ἐχόμενα τῶν θεοστυγῶν αἱρέσεων συντάξω τὰ φληναφήματα, ὡς ἂν τὸ ψεῦδος ἐπιγινώσκοντες πλέον τῆς ἀληθείας ἑξώμεθα. Εἶτα τὴν τῆς πλάνης ὀλέτειραν καὶ τοῦ ψεύδους ἐλάτειραν, ὥσπερ κροσσωτοῖς χρυσοῖς τοῖς τῶν θεοπνεύστων προφητῶν καὶ θεοδιδάκτων ἁλιέων καὶ θεοφόρων ποιμένων τε καὶ διδασκάλων λόγοις κεκαλλωπισμένην καὶ περικεκοσμημένην ἀλήθειαν σὺν θεῷ καὶ τῇ αὐτοῦ ἐκθήσομαι χάριτι, ἧς ἡ δόξα ἔσωθεν ἀπαστράπτουσα τοὺς ἐντυγχάνοντας μετὰ τῆς δεούσης καθάρσεως καὶ τῶν ταραχωδῶν λογισμῶν ἀποθέσεως φωτίζει τοῖς ἀμαρύγμασιν. Ἐρῶ δὲ ἐμὸν μέν, ὡς ἔφην, οὐδέν, τὰ δὲ τοῖς ἐγκρίτοις τῶν διδασκάλων πεπονημένα εἰς ἓν συλλεξάμενος, ὅση δύναμις, συντετμημένον τὸν λόγον ποιήσομαι κατὰ πάντα ὑπείκων τῷ ὑμετέρῳ προστάγματι. Ἀλλά μοι συγγνώμονες γένοισθε, θεοτίμητοι, παρακαλῶ, ταῖς ὑμετέραις ἐντολαῖς πειθαρχήσαντι καὶ λαμβάνοντες τὸ ὑπήκοον τὴν τῶν εὐχῶν χορηγίαν ἀντίδοτε. 1 Περὶ τοῦ ὄντος οὐσίας τε καὶ συμβεβηκότος. Τὸ ὂν κοινὸν ὄνομά ἐστι πάντων τῶν ὄντων. Τοῦτο οὖν τὸ ὂν τέμνεται εἰς οὐσίαν καὶ συμβεβηκός. Οὐσία μὲν οὖν ἐστι πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν ἤγουν τὸ ἐν ἑαυτῷ ὂν καὶ μὴ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν, συμβεβηκὸς δὲ τὸ μὴ δυνάμενον ἐν ἑαυτῷ εἶναι ἀλλ' ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν. Ἡ μὲν γὰρ οὐσία ὑποκείμενόν ἐστιν ὥσπερ ὕλη τῶν πραγμάτων, συμβεβηκὸς δὲ τὸ ἐν τῇ οὐσίᾳ θεωρούμενον οἷον τὸ σῶμα καὶ τὸ χρῶμα· (ῃ. ι. 26-29) οὐ γάρ ἐστι τὸ σῶμα ἐν τῷ χρώματι ἀλλὰ τὸ χρῶμα ἐν τῷ σώματι.