1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

5

καὶ ποιῶ φυτόν. Πάλιν τὸ λογικὸν καὶ τὸ ἄλογον διαιροῦσι τὸ ζῷον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον διαιροῦσι τὸ λογικόν. Λαμβάνω οὖν τὸ ζῷον γένος ὂν καὶ τὸ λογικὸν καὶ τὸ θνητὸν καὶ συνιστῶ τὸν ἄνθρωπον· ἄνθρωπος γάρ ἐστι ζῷον λογικὸν θνητόν. Καὶ λαμβάνω τὸ ζῷον καὶ τὸ ἄλογον καὶ τὸ θνητὸν καὶ συνιστῶ τὸν ἵππον τυχὸν ἢ κύνα καὶ τὰ τοιαῦτα. ∆ιαφοραὶ δὲ λέγονται οὐσιώδεις καὶ φυσικαί, ὅτι αὗται ποιοῦσι διαφέρειν εἶδος ἄλλου εἴδους καὶ φύσιν καὶ οὐσίαν ἑτέρας οὐσίας καὶ φύσεως. 3 Περὶ ἀτόμου. Τὸ ἄτομον τετραχῶς λέγεται. Ἄτομον γάρ ἐστι τὸ μὴ τεμνόμενον μηδὲ μεριζόμενον, ὡς ἡ στιγμὴ καὶ τὸ νῦν καὶ ἡ μονάς, ἅτινα καὶ ἄποσα λέγονται. Ἄτομον λέγεται καὶ τὸ δύστμητον τουτέστι τὸ δυσχερῶς τεμνόμενον ὡς ὁ ἀδάμας λίθος καὶ τὰ τοιαῦτα. Ἄτομον λέγεται καὶ τὸ εἶδος, ὅπερ οὐκέτι εἰς ἕτερα εἴδη τέμνεται ἤτοι τὸ εἰδικώτατον εἶδος ὡς ἄνθρωπος, ἵππος καὶ τὰ τοιαῦτα. Ἄτομον δὲ κυρίως λέγεται, ὅπερ τέμνεται μέν, οὐ σῴζει δὲ μετὰ τὴν τομὴν τὸ πρῶτον εἶδος, ὥσπερ Πέτρος τέμνεται εἰς ψυχὴν καὶ σῶμα, ἀλλ' οὔτε ἡ ψυχὴ καθ' αὑτήν ἐστι τέλειος ἄνθρωπος ἢ Πέτρος τέλειος οὔτε τὸ σῶμα. Περὶ τούτου τοῦ ἀτόμου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος, ὅπερ ἐπὶ τῆς οὐσίας δηλοῖ τὴν ὑπόστασιν. 4 Περὶ διαφορᾶς. Αὕτη δὲ τριχῶς λέγεται, κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα. Ἀδύνατον γὰρ μὴ διαφέρειν ἀλλήλων δύο τινὰ κατά τι. Ἄλλοις οὖν διαφέρει εἶδος εἴδους, καὶ ἄλλοις ὑπόστασις τῆς ὁμοειδοῦς καὶ ὁμοουσίου ὑποστάσεως καὶ ἄλλοις ὑπόστασις ἑαυτῆς. ∆ιαφέρει μὲν γὰρ τὸ εἶδος τοῦ ἀνθρώπου τοῦ εἴδους τοῦ ἵππου κατὰ τὸ λογικὸν καὶ ἄλογον. Καὶ λέγεται τὸ λογικὸν καὶ ἄλογον οὐσιώδης διαφορά. Ὁμοίως καὶ πάντα, οἷς διαφέρει εἶδος εἴδους, φυσικὴ καὶ οὐσιώδης καὶ συστατικὴ διαφορὰ καὶ ποιότης λέγεται καὶ φυσικὸν ἰδίωμα, ὅπερ παντὶ τῷ εἴδει ἐνυπάρχει ἀπαραλλάκτως, ἥτις καλεῖται παρὰ τοῖς φιλοσόφοις ἰδιαίτατα διαφορὰ ὡς οἰκειοτέρα καὶ τῆς φύσεως παραστατική. Πάλιν διαφέρει ἄνθρωπος ἀνθρώπου ἢ ἵππος ἵππου ἢ κύων κυνός, τουτέστιν ἄτομον ὁμοειδοῦς ἀτόμου, καθὸ ὁ μέν ἐστι μακρὸς ὁ δὲ κολοβός, ὁ μὲν παλαιὸς ὁ δὲ νέος, ὁ μὲν σιμὸς ὁ δὲ γρυπός, ὁ μὲν φρόνιμος ὁ ἕτερος μωρός. Ταῦτα πάντα ἐπουσιώδεις διαφοραὶ καὶ ποιότητες λέγονται, ὅπερ ἐστὶ τὸ συμβεβηκός, περὶ οὗ ἀκολούθως ἐροῦμεν. 5 Περὶ συμβεβηκότος. Συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Καὶ πάλιν, ὃ ἐνδέχεται τῷ αὐτῷ καὶ εἶναι καὶ μὴ εἶναι· καὶ γὰρ ἐνδέχεται ἄνθρωπον καὶ λευκὸν εἶναι καὶ μὴ εἶναι λευκόν, ὁμοίως καὶ μακρὸν καὶ φρόνιμον καὶ σιμόν. Τοῦτο τὸ συμβεβηκὸς διαιρεῖται εἰς δύο, εἰς τὴν κοινῶς λεγομένην διαφορὰν καὶ εἰς τὴν ἰδίως διαφοράν. Κοινῶς μὲν οὖν διαφορά ἐστι τὸ χωριστὸν συμβεβηκός, οἷον κάθηταί τις καὶ ἕτερος ἵσταται· ἐνδέχεται ἐν τῷ ἀναστῆναι τὸν καθήμενον καὶ καθίσαι τὸν ἱστάμενον χωρισθῆναι τὴν διαφορὰν αὐτῶν καὶ λαβεῖν ἄλλην ἀντ' ἄλλης. Καὶ ἑαυτοῦ δέ τις λέγεται διαφέρειν κατὰ τὸ χωριστὸν συμβεβηκός· διαφέρει γὰρ ἑαυτοῦ ἐν τῷ καθῆσθαι καὶ ἀνίστασθαι, ἐν τῷ νεάζειν καὶ γηρᾶν, ἐν τῷ νοσεῖν καὶ ὑγιαίνειν καὶ τοῖς τοιούτοις. Ἰδίως δὲ διαφορά ἐστι τὸ ἀχώριστον συμβεβηκός, οἷόν ἐστί τις σιμός· ἀδύνατον χωρισθῆναι αὐτοῦ τὴν σιμότητα, ὁμοίως καὶ τὴν γλαυκότητα καὶ τὰ τοιαῦτα. Κατὰ ταῦτα οὖν τὰ ἀχώριστα συμβεβηκότα ἄτομον ἀτόμου τουτέστιν ὑπόστασις ὑποστάσεως