1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

3

Ἔστιν οὖν τὸ μὲν σῶμα οὐσία, τὸ δὲ χρῶμα συμβεβηκός. Ὁμοίως καὶ ἡ ψυχὴ καὶ ἡ φρόνησις· οὐ γάρ ἐστιν ἡ ψυχὴ ἐν τῇ φρονήσει ἀλλ' ἡ φρόνησις ἐν τῇ ψυχῇ. ∆ιὸ οὐδὲ λέγεται τὸ σῶμα τοῦ χρώματος ἀλλὰ τὸ χρῶμα τοῦ σώματος, οὐδὲ ἡ ψυχὴ τῆς φρονήσεως ἀλλ' ἡ φρόνησις τῆς ψυχῆς. Ἔστιν οὖν ἡ μὲν ψυχὴ οὐσία ἡ δὲ φρόνησις συμβεβηκός. Τῆς μὲν γὰρ ψυχῆς ἀναιρουμένης ἀναιρεῖται καὶ ἡ φρόνησις· μὴ οὔσης γὰρ ψυχῆς ἐν τίνι ἔσται ἡ φρόνησις; Φρονήσεως δὲ ἀναιρουμένης οὐ πάντως ἀναιρεῖται ἡ ψυχή· ἐνδέχεται γὰρ ψυχὴν εἶναι ἐκτὸς φρονήσεως. Ὁμοίως καὶ ἐπὶ πάντων τῶν ὄντων τὸ ἐν ἑαυτῷ ἔχον τὸ εἶναι καὶ μὴ ἐν ἑτέρῳ οὐσία ἐστί, τὸ δὲ μὴ δυνάμενον καθ' ἑαυτὸ εἶναι ἀλλ' ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν συμβεβηκός ἐστι. (ῃ. ς. 6-8) (ῃ. ς. 12 ς.) 2 Περὶ γένους καὶ εἴδους, τοῦ γενικωτάτου καὶ τοῦ εἰδικωτάτου καὶ τῶν ὑπαλλήλων. Τὸ γένος τρισσῶς λέγεται. Καθ' ἕνα μὲν τρόπον ὡς ἀπὸ τοῦ τεκόντος, ὥσπερ οἱ ἐξ Ἰσραὴλ Ἰσραηλῖται λέγονται. Κατὰ δὲ ἕτερον τρόπον ἀπὸ τῆς πατρίδος, ὥσπερ οἱ ἀπὸ Ἱεροσολύμων Ἱεροσολυμῖται λέγονται καὶ οἱ ἀπὸ Παλαιστίνης Παλαιστιναῖοι. Κατὰ δὲ τρίτον τρόπον γέ νος λέγεται τὸ διαιρούμενον εἰς εἴδη, περὶ οὗ παρὰ τοῖς φιλοσόφοις ὁ λόγος, ὃ καὶ ὁριζόμενοι λέγουσι· Γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον. Καὶ τὸ εἶδος δὲ δύο σημαινόμενα ἔχει. Λέγεται γὰρ εἶδος τὸ σχῆμα καὶ ἡ μορφὴ οἷον τὸ εἶδος τοῦ ἀνδριάντος. Λέγεται δὲ πάλιν εἶδος τὸ τασσόμενον ὑπὸ τὸ γένος ἤγουν τὸ ἐκ τοῦ γένους διαιρούμενον. Περὶ τούτου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος. Ἐπειδὴ δὲ καὶ περὶ γένους διαλεγόμενοι τοῦ εἴδους ἐμνημονεύσαμεν εἰπόντες «γένος ἐστὶ τὸ διαιρούμενον εἰς εἴδη», καὶ πάλιν περὶ τοῦ εἴδους διαλεγόμενοι τοῦ γένους ἐμνημονεύσαμεν εἰπόντες «εἶδός ἐστι τὸ ἐκ τοῦ γένους διαιρούμενον», χρὴ γινώσκειν, ὅτι ὥσπερ περὶ πατρὸς λέγοντες ἐξ ἀνάγκης καὶ υἱοῦ μνημονεύομεν-οὗτος γάρ ἐστι πατὴρ ὁ ἔχων υἱόν-καὶ περὶ υἱοῦ διαλεγόμενοι ἐξ ἀνάγκης καὶ πατρὸς μνημονεύομεν-οὗτος γάρ ἐστιν υἱὸς ὁ ἔχων πατέρα-, οὕτω καὶ ἐνταῦθα ἀδύνατον περὶ τοῦ γένους διαλαβεῖν ἐκτὸς τοῦ εἴδους ἢ περὶ τοῦ εἴδους ἐκτὸς τοῦ γένους· τὸ γὰρ γένος εἰς εἴδη διαιρεῖται πάντως, καὶ τὸ μὴ ἔχον εἴδη ἐξ αὐτοῦ διαιρούμενα οὐκ ἔστι γένος. Καὶ τὰ εἴδη ἐκ τοῦ γένους διαιροῦνται, καὶ τὰ μὴ ἔχοντα γένος οὔκ εἰσιν εἴδη. Καὶ ὥσπερ ὁ πρῶτος ἄνθρωπος ἤγουν ὁ Ἀδὰμ μὴ ἐσχηκὼς πατέρα οὐ λέγεται υἱός, λέγεται δὲ πατήρ, ἔσχε γὰρ υἱούς· ὁ δὲ Σὴθ καὶ υἱὸς λέγεται τοῦ τεκόντος αὐτόν, ἔσχε γὰρ πατέρα τὸν Ἀδάμ, καὶ πατὴρ λέγεται τοῦ τεχθέντος ἐξ αὐτοῦ, ἐγέννησε γὰρ τὸν Ἐνώς· ὁ δὲ Ἄβελ υἱὸς μὲν λέγεται, ἔσχε γὰρ πατέρα τὸν Ἀδάμ, πατὴρ δὲ οὐ λέγεται, οὐ γὰρ ἔσχεν υἱόν, - οὕτω καὶ ἐπὶ τοῦ γένους καὶ τοῦ εἴδους. Τὸ πρῶτον γένος, ὅπερ οὐ διαιρεῖται ἀπὸ ἑτέρου γένους οὐδὲ ἔχει πρὸ αὐτοῦ γένος, γένος μόνον ἐστὶ καὶ οὐκ ἔστιν εἶδος καὶ λέγεται γενικώτατον γένος, ὃ καὶ ὁριζόμενοί φασιν· Γενικώτατον γένος ἐστίν, ὃ γένος ὂν οὐκ ἔστιν εἶδος διὰ τὸ μὴ ἔχειν ἐπάνω αὐτοῦ γένος. Τὰ δὲ ἐξ αὐτοῦ διαιρούμενα, ἐὰν ἔχωσιν ὑποκάτω αὐτῶν ἄλλα εἴδη ἐξ αὐτῶν διαιρούμενα, καὶ εἴδη εἰσὶ τῶν πρὸ αὐτῶν ἤγουν τῶν ἐπάνω, ἐξ ὧν τέμνονται, καὶ γένη τῶν ἐξ αὐτῶν τεμνομένων ἤγουν τῶν ὑποκάτω καὶ λέγονται καὶ γένη καὶ εἴδη ὑπάλληλα. Τὰ δὲ εἴδη τὰ ἔσχατα καὶ κατώτερα τὰ μὴ ἔχοντα ὑποκάτω αὐτῶν ἄλλα εἴδη οὐ λέγονται γένη ἀλλ' εἴδη μόνον διὰ τὸ μὴ ἔχειν ὑποκάτω αὐτῶν ἄλλα εἴδη ἐξ αὐτῶν διαιρούμενα· ἀδύνατον γὰρ ἐνθεῖναι γένος, εἰ μὴ ἔχει ὑποκάτω αὐτοῦ εἴδη ἐξ αὐτοῦ διαιρούμενα. Λέγεται οὖν τὸ εἶδος τὸ μὴ ὂν γένος εἰδικώτατον εἶδος, ὥσπερ τὸ γένος τὸ μὴ ὂν εἶδος λέγεται γενικώτατον γένος. Χρὴ δὲ γινώσκειν, ὅτι ἀνάγκη ἐστίν, ἵνα τὰ εἴδη καὶ τὸ ὄνομα τοῦ γένους αὐτῶν καὶ τὸν ὁρισμὸν δέχωνται καὶ τοῦ γένους τοῦ ἀπὸ γένους ἕως τοῦ γενικωτάτου. Ἀλλήλων δὲ τὰ εἴδη οὐ δύνανται τὸν ὁρισμὸν δέξασθαι.