1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

12

19 Περὶ παρωνύμων. Εἰσὶ δέ τινα μέσον τῶν ὁμωνύμων καὶ συνωνύμων, κοινωνοῦντα καὶ διαφέροντα τῷ τε ὀνόματι καὶ τῷ ὅρῳ, ἅτινα λέγονται παρώνυμα, ὡς ἀπὸ τῆς γραμματικῆς γραμματικός· κοινωνοῦσι γὰρ τῷ ὀνόματι, διαφέρουσι δὲ κατὰ τὴν λῆξιν τοῦ ὀνόματος ἤγουν τὴν τελευταίαν συλλαβήν· καὶ πάλιν τῷ ὅρῳ κοινωνοῦσί τε καὶ διαφέρουσιν, ὅτι ἡ μὲν γραμματικὴ γνῶσίς ἐστιν, ὁ δὲ γραμματικὸς οὐσία, ἐν ᾗ ἡ γνῶσις. Παρώνυμα δέ εἰσιν, ὅσα ἀπό τινος διαφέροντα τῇ πτώσει ἤγουν τῇ κλίσει τοῦ ὀνόματος τὴν προσηγορίαν ἔχει. ∆εῖ δὲ γινώσκειν, ὡς ἡ γραμματικὴ καὶ ἡ μουσικὴ οὔκ εἰσι παρώνυμα, ἀλλ' ὁ μουσικὸς ἐκ τῆς μουσικῆς καὶ ὁ γραμματικὸς ἐκ τῆς γραμματικῆς παρωνομάσθη καὶ ὁ δίκαιος ἐκ τῆς δικαιοσύνης. ∆εῖ δὲ γινώσκειν, ὅτι τὰ μὲν παρώνυμα περιέχουσι τὰ ἀφ' ὧν παρωνομάσθησαν ὡς ὁ γραμματικὸς τὴν γραμματικὴν καὶ ὁ δίκαιος τὴν δικαιοσύνην, τὰ δὲ ἀφ' ἑνὸς οὐδαμῶς· οὐ γὰρ περιέχει τὸ ἰατρικὸν ἐργαλεῖον τὴν ἰατρικήν. 20 Περὶ τῶν δέκα γενικωτάτων γενῶν. Τῶν λεγομένων τὰ μὲν ἁπλῶς καὶ ἄνευ συμπλοκῆς λέγεται ὡς οὐσία, συμβεβηκὸς καὶ τὰ τοιαῦτα, τὰ δὲ μετὰ συμπλοκῆς, ὡς ἵππος τρέχει, Σωκράτης φιλοσοφεῖ. Τῶν δὲ ἁπλῶς λεγομένων καὶ ἄνευ συμπλοκῆς αʹ τὸ μὲν οὐσίαν σημαίνει οἷον ἄνθρωπος, ἵππος· βʹ τὸ δὲ ποσὸν οἷον δύο, τρία, δίπηχυ, τρίπηχυ· γʹ τὸ δὲ πρός τι ὡς πατήρ, υἱός· δʹ τὸ δὲ ποιὸν ὡς λευκόν, μέλαν· εʹ τὸ δὲ ποῦ ὡς ἐν ναῷ, ἐν ἀγορᾷ· ϛʹ τὸ δὲ ποτὲ ὡς πέρυσι, σήμερον· ζʹ τὸ δὲ κεῖσθαι ὡς τὸ ἵστασθαι, καθῆσθαι· ηʹ τὸ δὲ ἔχειν ὡς τὸ ἐνδεδύσθαι, ὑποδεδύσθαι· θʹ τὸ δὲ ποιεῖν ὡς τὸ καίειν, τέμνειν· ιʹ τὸ δὲ πάσχειν ὡς τὸ καίεσθαι, τέμνεσθαι. Αὗται αἱ δέκα λέγονται κατηγορίαι ὡς ἐκ τοῦ λέγεσθαι κατά τινων· τὸ γὰρ ἀγορεύειν λέγειν ἐστίν. Χρὴ γινώσκειν, ὅτι ἕκαστον τούτων τῶν δέκα γενικώτατον γένος ἐστί. Τούτων οὖν τῶν δέκα κατηγοριῶν τῶν καὶ γενικωτάτων γενῶν ἡ μὲν μία οὐσία ἐστίν, αἱ δὲ ἐννέα συμβεβηκότα. Εἰσὶ δὲ αὗται· οὐσία, ποσόν, πρός τι, ποιόν, ποῦ, ποτέ, κεῖσθαι, ἔχειν, ποιεῖν, πάσχειν. 21 Περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ἀριθμῷ διαφερόντων. Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τάσσεται. Ἑτερογενῆ δέ εἰσιν, ὅσα ὑπ' ἄλλην καὶ ἄλλην κατηγορίαν εἰσίν· ταῦτα ἕτερα τῷ γένει εἰσίν. Ὁμοειδῆ δέ εἰσιν, ὅσα ὑπὸ τὸ αὐτὸ εἶδος τάσσεται καὶ κοινωνοῦσι τῷ λόγῳ τῆς οὐσίας ὡς Πέτρος καὶ Παῦλος. Ἑτεροειδῆ εἰσι τὰ τῷ εἴδει διαφέροντα ἀλλήλων ἤγουν ὅσα τῷ λόγῳ τῆς οὐσίας διαφέρουσιν ὡς ἄνθρωπος, ἵππος. Ἀριθμῷ δὲ διαφέρουσιν, ὅσα τῇ συμπλοκῇ τῶν συμβεβηκότων τὴν ἰδιότητα τῆς οἰκείας ὑποστάσεως ἀφωρίσαντο καὶ τὴν καθ' αὑτὸ ἐσχήκασιν ὕπαρξιν ἤγουν τὰ ἄτομα ὡς Πέτρος, Παῦλος καὶ ἕκαστος τῶν ἀνθρώπων. Τῶν πάντῃ ἑτερογενῶν ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραὶ οἷον ζῷον καὶ ἐπιστήμη· τὸ μὲν γὰρ ζῷον ὑπὸ τὴν οὐσίαν τελεῖ, ἡ δὲ ἐπιστήμη ὑπὸ τὸ ποιόν. Τοῦ μὲν οὖν ζῴου διαφοραὶ συστατικαὶ μὲν τὸ ἔμψυχον, τὸ αἰσθητικόν, διαιρετικαὶ δὲ τὸ λογικόν, τὸ ἄλογον, τὸ πτηνόν, τὸ ἔνυδρον· τῆς δὲ ἐπιστήμης συστατικαὶ μὲν τὸ τοῖς ἐμψύχοις καὶ λογικοῖς ἐνυπάρχειν, ἔτι δὲ καὶ τὸ δυσμετάβλητον, διαιρετικαὶ δὲ γραμματική, φιλοσοφία. Ἧς γὰρ κατηγορίας ὑπάρχει τὸ γένος, ἐκείνης καὶ τὸ εἶδος καὶ αἱ τοῦ εἴδους διαφοραί· τῶν δὲ ὑπ' ἄλληλα γενῶν τε καὶ εἰδῶν οὐδὲν κωλύει τὰς αὐτὰς εἶναι διαφοράς, εἰ καὶ μὴ πάσας. ∆ιαφορὰς δὲ ἐνταῦθά φημι τὰς συνιστώσας αὐτά. Χρὴ δὲ γινώσκειν, ὅτι αἱ ἐννέα