1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

15

ἐνυπόστατόν ἐστιν ἀλλ' ἑτεροϋπόστατον, ποτὲ δὲ καὶ τὴν καθ' αὑτὸ ὑπόστασιν ἤγουν τὸ ἄτομον δηλοῖ, ὅπερ κυρίως οὐκ ἐνυπόστατον ἀλλ' ὑπόστασίς ἐστί τε καὶ λέγεται. Κυρίως δὲ ἐνυπόστατόν ἐστιν ἢ τὸ καθ' ἑαυτὸ μὲν μὴ ὑφιστάμενον ἀλλ' ἐν ταῖς ὑποστάσεσι θεωρούμενον, ὥσπερ τὸ εἶδος ἤγουν ἡ φύσις τῶν ἀνθρώπων ἐν ἰδίᾳ ὑποστάσει οὐ θεωρεῖται ἀλλ' ἐν Πέτρῳ καὶ Παύλῳ καὶ ταῖς λοιπαῖς τῶν ἀνθρώπων ὑποστάσεσιν, ἢ τὸ σὺν ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ὅλου τινὸς γένεσιν συντιθέμενον καὶ μίαν ἀποτελοῦν ὑπόστασιν σύνθετον, οἷον ὁ ἄνθρωπος ἐκ ψυχῆς ἐστι καὶ σώματος συντεθειμένος· οὔτε ἡ ψυχὴ μόνη λέγεται ὑπόστασις οὔτε τὸ σῶμα ἀλλ' ἐνυπόστατα, τὸ δὲ ἐξ ἀμφοτέρων ἀποτελούμενον ὑπόστασις ἀμφοτέρων. Ὑπόστασις γὰρ κυρίως τὸ καθ' ἑαυτὸ ἰδιοσυστάτως ὑφιστάμενόν ἐστί τε καὶ λέγεται. Λέγεται πάλιν ἐνυπόστατον ἡ ὑφ' ἑτέρας ὑποστάσεως προσληφθεῖσα φύσις καὶ ἐν αὐτῇ ἐσχηκυῖα τὴν ὕπαρξιν. Ὅθεν καὶ ἡ σὰρξ τοῦ κυρίου μὴ ὑποστᾶσα καθ' ἑαυτὴν μηδὲ πρὸς καιροῦ ῥοπὴν οὐχ ὑπόστασις ἀλλὰ μᾶλλον ἐνυπόστατόν ἐστιν· ἐν γὰρ τῇ ὑποστάσει τοῦ θεοῦ λόγου ὑπέστη προσληφθεῖσα ὑπ' αὐτῆς καὶ ταύτην καὶ ἔσχε καὶ ἔχει ὑπόστασιν. 29 Περὶ ἀνυποστάτου. Καὶ τὸ ἀνυπόστατον δὲ δισσῶς λέγεται· ποτὲ μὲν γὰρ τὸ μηδαμῇ μηδαμῶς ὂν σημαίνει ἤγουν τὸ ἀνύπαρκτον, ποτὲ δὲ τὸ μὴ ἐν ἑαυτῷ ἔχον τὸ εἶναι ἀλλ' ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν ἤγουν τὸ συμβεβηκός. 30 ∆ιαίρεσις τοῦ ὄντος καὶ τῆς οὐσίας. Τὸ ὂν διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός, οὐχ ὡς γένος εἰς εἴδη ἀλλ' ὡς ὁμώνυμος φωνὴ ἢ ὡς τὰ ἀφ' ἑνὸς καὶ πρὸς ἕν. Ἡ οὐσία γενικώτατον γένος ἐστίν· αὕτη διαιρεῖται εἰς σῶμα καὶ ἀσώματον, τὸ σῶμα εἰς ἔμψυχον καὶ ἄψυχον, τὸ ἔμψυχον εἰς αἰσθητικὸν καὶ ἀναίσθητον (ζῷον, ζωόφυτον καὶ φυτόν), τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον, τὸ θνητὸν εἰς ἄνθρωπον, βοῦν καὶ τὰ τοιαῦτα, ὁ ἄνθρωπος εἰς Πέτρον, Παῦλον καὶ τοὺς λοιποὺς κατὰ μέρος ἀνθρώπους, οἵτινές εἰσιν ἄτομα καὶ ὑποστάσεις καὶ πρόσωπα. 31 Περὶ τοῦ τί ὑπάρχει ἴδιον τῆς οὐσίας. Τί μὲν οὖν ἐστιν οὐσία καὶ φύσις καὶ μορφή, εἴρηται καὶ τί ὑπόστασις καὶ ἄτομον καὶ πρόσωπον ἐνυπόστατόν τε καὶ ἀνυπόστατον καὶ τίς ἡ διαφορὰ οὐσίας καὶ συμβεβηκότων, καὶ ὡς κυριωτέρα ἐστὶν ἡ οὐσία τῶν συμβεβηκότων ὡς ἐν αὐτῇ ἐχόντων τῶν συμβεβηκότων τὴν ὕπαρξιν. Εἴρηται δὲ καὶ περὶ τῆς διαιρέσεως αὐτῆς καὶ τί διαφέρει οὐσία τῶν οὐσιωδῶν διαφορῶν, ὅτι δι' αὐτῶν ἡ οὐσία εἰδοποιουμένη τοῖον εἶδος ἀποτελεῖ καὶ τοιάδε γίνεται. Εἴρηται δὲ καὶ τί φύσις καὶ τί μορφὴ καὶ ὑπόστασις καὶ πρόσωπον καὶ ἄτομον, πῶς τε οἱ ἔξω περὶ τούτων ἐδόξασαν, καὶ πῶς οἱ ἅγιοι πατέρες, οἱ τῆς ἀληθείας καὶ τῆς ὄντως φιλοσοφίας μαθηταὶ καὶ διδάσκαλοι, ὠρθοτόμησαν. Φέρε δὲ νῦν τὰ ἴδια τῆς οὐσίας εἴπωμεν. Ἴδιον τῆς οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι· αὕτη γὰρ μᾶλλον ὑπόκειται τῷ συμβεβηκότι εἰς τὸ εἶναι καὶ οὐχὶ αὐτὴ ἐν ἑτέρῳ ἔχει τὴν ὕπαρξιν. Τοῦτο δὲ τὸ ἴδιον καὶ τῶν οὐσιωδῶν διαφορῶν ἐστι· τὸ γὰρ ἐν ὑποκειμένῳ οὔτε παρὸν σῴζει οὔτε ἀπὸν φθείρει· διὸ οὐδὲ ἐν τῷ ὁρισμῷ λαμβάνεται, καὶ συμβεβηκὸς γὰρ πάντως ἐστίν. Αἱ δὲ οὐσιώδεις διαφοραὶ οὔκ εἰσι συμβεβηκότα καὶ παρόντα σῴζουσι καὶ ἀπόντα φθείρουσι· διὸ καὶ ἐν τῷ ὁρισμῷ λαμβάνονται. Ἴδιον δὲ καὶ τὸ συνωνύμως κατηγορεῖσθαι ἤγουν μεταδιδόναι καὶ τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ· καὶ τὸ μὴ ἔχειν τι ἐναντίον, τῷ γὰρ λίθῳ ἤγουν αὐτῇ τῇ οὐσίᾳ τοῦ λίθου οὐδέν ἐστιν ἐναντίον· καὶ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον· τοῦτο δὲ καὶ τῶν οὐσιωδῶν διαφορῶν ἐστιν ἴδιον, οὐδὲ γάρ ἐστιν ὁ ἄνθρωπος μᾶλλον τοῦ ἵππου οὐσία ἢ ζῷον οὐδὲ ὁ ἵππος μᾶλλον τοῦ ἀνθρώπου· καὶ τὸ