1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

30

ὑπάρξεώς τε καὶ ὑποστάσεως, εἰ καὶ χωρισθῶσιν ἀλλήλων. ∆εῖ δὲ γινώσκειν, ὅτι φύσεις μὲν ἑνωθῆναι ἀλλήλαις καθ' ὑπόστασιν ἐνδέχεται ὡς ἐπὶ τοῦ ἀνθρώπου καὶ φύσιν προσληφθῆναι ὑπὸ ὑποστάσεως καὶ ἐν αὑτῇ ὑποστῆναι δυνατόν, ἅπερ ἀμφότερα ἐπὶ τοῦ Χριστοῦ θεωροῦνται-καὶ γὰρ ἐν αὐτῷ καὶ αἱ φύσεις, ἡ θεία τε καὶ ἡ ἀνθρωπίνη, ἡνώθησαν, καὶ ἐν τῇ προϋπαρχούσῃ τοῦ θεοῦ λόγου ὑποστάσει ὑπέστη ἡ ἔμψυχος αὐτοῦ σὰρξ καὶ αὐτὴν ἔσχεν ὑπόστασιν, -ἐκ δύο δὲ φύσεων ἀποτελεσθῆναι μίαν φύσιν σύνθετον ἢ ἐκ δύο ὑποστάσεων μίαν ὑπό στασιν παντελῶς ἀδύνατον· διότι ἀδύνατον τὰς ἐναντίας οὐσιώδεις διαφορὰς ἐν μιᾷ φύσει συνυπάρξαι ἀλλήλαις· τούτων γὰρ ἔργον ἐστὶν ἀποδιιστᾶν ἀλλήλων τὰς φύσεις, ἐν αἷς ὑπάρξουσι. Καὶ πάλιν ἀδύνατον τὰ ἅπαξ καθ' ἑαυτὰ ὑποστάντα ἑτέραν ἀρχὴν ὑποστάσεως σχεῖν· ἡ γὰρ ὑπόστασις ἡ καθ' ἑαυτό ἐστιν ὕπαρξις. Ἰστέον δέ, ὡς ἐπὶ τῆς ἁγίας τριάδος ὑπόστασίς ἐστιν ὁ ἄναρχος τρόπος τῆς ἑκάστου ἀιδίου ὑπάρξεως. Χρὴ δὲ εἰδέναι, ὅτι, ἡνίκα σύνθετος γένηται φύσις, δεῖ ὁμόχρονα τὰ μέρη εἶναι καὶ ἐξ ἑτέρων ἕτερον ἀποτελεῖται μὴ φυλάττον ἀλλὰ τρέπον καὶ ἀλλοιοῦν τὰ ἐξ ὧν συνετέθη, ὡς ἐκ τῶν τεσσάρων στοιχείων ἀποτελουμένου τοῦ σώματος ἄλλο ἐξ ἄλλων γέγονε καὶ οὔτε πῦρ τέλειον οὔτε τι τῶν ἄλλων ἐστὶν ἢ λέγεται, καὶ ὡς ἐξ ἵππου καὶ ὄνου ἡμίονος· οὔτε γὰρ ἵππος οὔτε ὄνος ἐστὶν ἢ λέγεται ἀλλ' ἐξ ἑτέρων ἕτερον, μηδ' ὁπότερον τῶν, ἐξ ὧν συνετέθη, φυλάττον ἀσύγχυτόν τε καὶ ἄτρεπτον.