1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

22

Τὸ ποῦ τόπον σημαίνει· ἐρωτώμενοι γὰρ «ποῦ ἐστιν ὁ δεῖνα» φαμὲν «ἐν τῷ οἴκῳ, ἐν τῇ πόλει»· ταῦτα δὲ τόπον σημαίνουσιν. Εἴδη δὲ τῆς ποῦ κατηγορίας κατὰ τὰς διαφορὰς τῶν τόπων ἄνω, κάτω, δεξιά, ἀριστερά, ἔμπροσθεν, ὄπισθεν. 39 Περὶ τῆς ποτέ. Τὸ ποτὲ χρόνον δηλοῖ· ἐρωτώμενοι γὰρ «πότε ἐγένετο τόδε;» λέγομεν «πέρυσι, προπέρυσι», ἅτινα χρόνον σημαίνουσιν. Εἴδη δὲ τῆς ποτὲ κατηγορίας εἰσὶ τοσαῦτα, ὅσαι αἱ τοῦ χρόνου διαφοραί. Τρεῖς δέ εἰσιν αὗται· ἐνεστώς, παρῳχημένος, μέλλων. 40 Περὶ τοῦ ἔχειν. Τὸ ἔχειν ἐστὶν οὐσία περὶ οὐσίαν. ∆ηλοῖ δὲ τὸ περιέχειν ἢ περιέχεσθαι καὶ μὴ εἶναί τι μέρος τοῦ πράγματος. Καὶ περιέχει μὲν χιτών, ὅπλα καὶ τὰ τοιαῦτα, περιέχεται δὲ δακτύλιος καὶ εἴ τι ἕτερον τοιοῦτον σμικρόν. ∆εῖ δὲ καὶ τὸ περιέχον καὶ τὸ περιεχόμενον οὐσίας εἶναι· εἰ γὰρ τὸ μὲν οὐσία εἴη, τὸ δὲ συμβεβηκός, ὡς ἐπιστήμων καὶ ἐπιστήμη, οὐκέτι ὑπὸ τὸ ἔχειν ἀνάγεται. ∆ιαφοραὶ δὲ τοῦ ἔχειν γίνονται κατὰ τὴν διαφορὰν τῶν ὄντων· ἢ γὰρ ἔμψυχόν ἐστιν ἢ ἄψυχον, καὶ ἔμψυχον μὲν ἔχειν λεγόμεθα ὡς παῖδα, ἵππον καὶ τὰ τοιαῦτα, ἄψυχον δὲ ὡς δακτύλιον, ὑπόδημα καὶ τὰ τοιαῦτα. Λέγεται δὲ τὸ ἔχειν καὶ κατὰ πολλῶν ἑτέρων σημαινομένων ὁμωνύμως, περὶ ὧν ὕστερον ἐροῦμεν. 41 Περὶ ἀντικειμένων. Πᾶν ἀντικείμενον ἢ ὡς πρᾶγμα ἀντίκειται ἢ ὡς λόγος. Καὶ εἰ μὲν ὡς λόγος λόγῳ, ποιεῖ κατάφασιν καὶ ἀπόφασιν. Κατάφασις μὲν οὖν ἐστι τὸ εἰπεῖν, τί τινι ὑπάρχει, οἷον καλός ἐστιν, ἀπόφασις δὲ τὸ εἰπεῖν, τί τινι οὐχ ὑπάρχει, οἷον οὐκ ἔστι καλός· λέγονται δὲ ἀμφότερα ἀπόφανσις. Εἰ δὲ ὡς πρᾶγμα ἀντίκεινται, ἢ ὡς πρὸς ἀντιστρέφοντα λέγονται καὶ ποιεῖ τὰ πρός τι, ἅτινα καὶ συνεισάγουσιν ἄλληλα καὶ συναναιροῦσιν, ἢ οὐ πρὸς ἀντιστρέφοντα καὶ οὐκ ἔχουσι σχέσιν. Καὶ ταῦτα ἢ οὐ μεταβάλλει εἰς ἄλληλα, ὅμως δὲ ἄμφω κατὰ φύσιν εἰσὶ καὶ ποιεῖ τὰ ἐναντία ὡς ἡ θερμότης καὶ ἡ ψύξις, ἢ τὸ μὲν μεταβάλλει εἰς τὸ ἕτερον, τὸ δὲ ἕτερον οὐ μεταβάλλει. Καὶ τὸ μὲν αὐτῶν ἐστι κατὰ φύσιν τὸ δὲ παρὰ φύσιν, καὶ ποιεῖ τὰ κατὰ στέρησιν καὶ ἕξιν ἀντικείμενα ὡς ὄψις καὶ τυφλότης· ἕξις μὲν γάρ ἐστιν ἡ ὄψις ὡς ἐκ τοῦ ἔχειν, στέρησις δὲ τῆς ἕξεως ἤγουν τῆς ὁράσεως ἡ τυφλότης. Τῶν δὲ ἐναντίων τὰ μέν εἰσιν ἄμεσα, τὰ δὲ ἔμμεσα. Ἄμεσα μὲν οὖν εἰσιν, ὧν ἀναγκαῖον τὸ ἕτερον ἤγουν τὸ ἓν ὑπάρχειν τῷ ὑποκειμένῳ αὐτοῖς ἢ τοῦτοις, ὧν κατηγοροῦνται, οἷον νόσος καὶ ὑγίεια ἐν σώματι ζῴου ὑποκειμένῳ, καὶ ἀνάγκη πάντως ἐν τῷ σώματι ἢ νόσον εἶναι ἢ ὑγίειαν· νόσον δέ φαμεν πᾶσαν τὴν παρατροπὴν τῆς φύσεως. -Ἔμμεσα δέ, ὧν οὐκ ἀνάγκη τὸ ἕτερον ὑπάρχειν τῷ ὑποκειμένῳ ἢ τούτοις, ὧν κατηγοροῦνται, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν· ἐναντία γάρ εἰσι, καὶ οὐ πάντως ἀνάγκη ἓν αὐτῶν ὑπάρχειν τῷ σώματι· οὐ γὰρ ἀνάγκη πᾶν σῶμα ἢ λευκὸν εἶναι ἢ μέλαν, εἰσὶ γὰρ σώματα φαιὰ καὶ πυῤῥά· - εἰ μὴ ἄρα τὸ ἓν τῶν ἀντικειμένων ἀφωρισμένως φύσει ὑπάρχει τινὶ ὡς ἡ θερμότης τῷ πυρὶ καὶ ἡ ψύξις τῇ χιόνι. Τῶν μὲν οὖν ἐμμέσων τὰ μὲν ἔχουσιν ὀνόματα, ὡς τὸ μέσον τοῦ λευκοῦ καὶ τοῦ μέλανος λέγεται φαιόν, τὰ δὲ οὐκ ἔχουσιν ὀνόματα· τὸ μέσον γὰρ τοῦ δικαίου καὶ τοῦ ἀδίκου οὐκ ἔχει ὄνομα, ἀλλὰ τῇ ἀποφάσει ἑκατέρου τὸ ἀνὰ μέσον γνωρίζεται οἷον οὐδὲ δίκαιον οὐδὲ ἄδικον. Ἀκολουθοῦσι δὲ τοῖς ἐναντίοις ἰδιώματα τέσσαρα· πρῶτον, ὅτι τῷ μὲν ἀγαθῷ ἐξ ἀνάγκης τὸ κακὸν ἐναντίον, τῷ δὲ κακῷ ποτὲ μὲν ἀγαθόν, ποτὲ δὲ ἄλλο