1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

24

ἀψύχων τὸ παλαιότερον· καταχρηστικῶς δὲ καὶ ἀντ' ἀλλήλων λαμβάνονται. -δεύτερον δὲ τὸ φύσει πρότερον, ὅπερ συνεισφέρεται μέν, οὐ συνεισφέρει δέ, καὶ συναναιρεῖ καὶ οὐ συναναιρεῖται ὡς τὸ ζῷον πρότερον τοῦ ἀνθρώπου· ζῴου γὰρ μὴ ὄντος οὐδὲ ἄνθρωπος ἔσται, ζῷον γὰρ ὁ ἄνθρωπος. Ἀνθρώπου δὲ μὴ ὄντος ἔσται ζῷον, καὶ ὁ ἵππος γὰρ καὶ ὁ κύων ζῷά εἰσι· καὶ ἀνθρώπου ὄντος πάντως ἔσται ζῷον, ζῷον γὰρ ὁ ἄνθρωπος. Ζῴου δὲ ὄντος οὐ πάντως ἄνθρωπος ἀλλ' ἴσως ἵππος, κύων· καὶ ταῦτα γὰρ ζῷά εἰσι. -τρίτον τὸ κατὰ τάξιν, ὥσπερ φαμὲν πρῶτον τὸ ˉα, δεύτερον τὸ ˉβ, εἶτα τὰ συλλάβια, εἶτα αἱ ψῆφοι. -τέταρτον τὸ κατ' ἀξίαν, ὥς φαμεν· πρῶτον ἐπίσκοπος, εἶτα πρεσβύτερος. Ἐκβάλλουσι δὲ τοῦτον τὸν τρόπον τινές· ἐνδέχεται γὰρ τὸν πρῶτον κατὰ τάξιν ὕστερον εἶναι κατ' ἀξίαν. - πέμπτον, ὥς φαμεν τὸ αἴτιον καὶ αἰτιατόν, ὡς ὁ Σωκράτης πρότερος τῆς ἰδίας εἰκόνος· αὐτὸς γάρ ἐστιν αἴτιος τῆς ἰδίας εἰκόνος. Καὶ ὁ πατὴρ πρότερος καὶ μείζων τοῦ υἱοῦ· ὁ γὰρ πατήρ ἐστιν αἴτιος τοῦ υἱοῦ, ἐκ γὰρ τοῦ πατρὸς ὁ υἱὸς γεννᾶται. ∆ιὸ καὶ ὁ μακάριος Γρηγόριος κατὰ τοῦτο τὸ σημαινόμενον ἔλαβε τὸ ὑπὸ τοῦ κυρίου ἡμῶν ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ῥηθέν· «Ὁ πατήρ μου μείζων μού ἐστιν.» Ἄλλοι δὲ προστιθέασι τὸ κατ' ἐπίνοιαν, ὡς πρότερον τῶν θεμελίων τὸν τοῖχον. Τοῦτο δὲ ἀνάγεται ὑπὸ τὸν τέταρτον τρόπον, τὸν κατ' ἀξίαν· τὸ γὰρ τῇ ἐπινοίᾳ πρότερον, τοῦτο τῷ πράγματι ὕστερον. Ὁσαχῶς δὲ τὸ πρότερον, τοσαυταχῶς καὶ τὸ ὕστερον. Τὸ δὲ πρότερον καὶ τὸ ὕστερον καὶ τὸ μᾶλλον καὶ ἧττον οὔκ εἰσι τῶν ὁμωνύμων ἀλλὰ τῶν ἀφ' ἑνός. 44 Περὶ τοῦ ἅμα. Ἅμα λέγεται κυρίως μέν, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ, οἷον δύο τινὲς ἐγεννήθησαν ἐν τῇ αὐτῇ ῥοπῇ. Οὗτος ὁ τρόπος ἀντίκειται τῷ πρώτῳ τρόπῳ τῶν σημαινομένων τοῦ προτέρου. ∆εύτερον σημαινόμενον τῶν ἅμα τὰ ἀλλήλοις συνυπάρχοντα καὶ μὴ ὄντα ἕτερον ἑτέρου αἴτιον ἢ αἰτιατὸν ὡς τὸ διπλάσιον καὶ τὸ ἥμισυ· ἅμα γὰρ συνυπάρχουσι καὶ συναναιροῦσιν ἄλληλα καὶ συνεισφέρουσιν. Οὗτος δὲ ὁ τρόπος ἀντίκειται τῷ δευτέρῳ καὶ τῷ πέμπτῳ τρόπῳ τοῦ προτέρου· ἐν μὲν γὰρ τῷ δευτέρῳ οὐ συνεισάγουσιν οὐδὲ συναναιροῦσιν ἄλληλα, ἐν δὲ τῷ πέμπτῳ τὸ μὲν αἴτιον, τὸ δὲ αἰτιατόν. Τρίτον σημαινόμενον τῶν ἅμα τὰ ἀντιδιῃρημένα εἴδη· ἀντιδιῃρημένα δὲ εἴδη λέγεται τὰ ἐκ τῆς αὐτῆς διαιρέσεως κατενεχθέντα οἷον τὸ λογικὸν καὶ τὸ ἄλογον ἐκ τοῦ ζῴου. Οὗτος δὲ ὁ τρόπος ἀντίκειται τῷ πρώτῳ καὶ τῷ δευτέρῳ καὶ σχεδὸν τοῖς ἄλλοις τρισί. 45 Περὶ κινήσεως. Κίνησίς ἐστιν ἐντελέχεια τοῦ δυνάμει, καθὸ τοιοῦτόν ἐστιν, οἷον ὁ χαλκὸς δυνάμει ἐστὶν ἀνδριάς· δύναται γὰρ ὁ χαλκὸς ἀπολαβεῖν τὸ εἶδος τοῦ ἀνδριάντος. Ἐντελέχεια οὖν ἐστι τοῦ χαλκοῦ τοῦ δυνάμει ὄντος ἀνδριάντος τὸ διαλύεσθαι, τὸ διαπλάττεσθαι, τὸ διαξέεσθαι, ἅπερ εἰσὶ κινήσεις. Ἐν ὅσαις οὖν κατηγορίαις θεωρεῖται τὸ δυνάμει, ἐν ταύταις θεωρηθήσεται ἡ κίνησις· ἐν ὅσαις δὲ οὐ θεωρεῖται τὸ δυνάμει, οὐδὲ ἡ κίνησις θεωρηθήσεται. Θεωρεῖται οὖν ἐν τῇ οὐσίᾳ, ἐν τῷ ποσῷ, ἐν τῷ ποιῷ, ἐν τῇ ποῦ κατηγορίᾳ. Ἐν μὲν τῇ οὐσίᾳ γένεσις καὶ φθορά, ἐν δὲ τῷ ποσῷ αὔξησις καὶ μείωσις, ἐν δὲ τῷ ποιῷ ἀλλοίωσις, ἐν δὲ τῇ ποῦ τὸ κύκλῳ φερόμενον, ὅπερ καλεῖται περιφορά, καὶ τὸ ἐπ' εὐθείας κινούμενον, ὅπερ λέγεται ἐπ' εὐθείας κίνησις. Τῆς δὲ ἐπ' εὐθείας κινήσεως διαφοραί εἰσιν ἕξ· τὸ ἄνω, τὸ κάτω, τὸ ἔσω, τὸ ἔξω, τὸ δεξιά, τὸ ἀριστερά. ∆ιὸ μετὰ τῆς περιφορᾶς ἑπτὰ τοπικαὶ κινήσεις εἰσί· πᾶν γὰρ μεταβαλλόμενον ἢ καθ' αὑτὸ