1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

6

διαφέρει, αὐτὸς δὲ ἑαυτοῦ οὐδέποτε. Ταῦτα δὲ οὐ συντελοῦσιν εἰς τὸν ὁρισμὸν τῆς φύσεως· ἐνδέχεται γὰρ ἄνθρωπον εἶναι σιμὸν καὶ μὴ εἶναι. Καὶ ἀπογινομένης τῆς γλαυκότητος οὐδὲν ἧττον ὁ ἄνθρωπος μένει ἄνθρωπος. 6 Περὶ ἰδίου. Τὸ ἴδιον τετραχῶς λέγεται. Πρῶτον, ὃ μόνῳ μὲν ὑπάρχει τῷ εἴδει, οὐ παντὶ δέ, ὥσπερ τὸ γεωμετρεῖν τῷ ἀνθρώπῳ· μόνος γὰρ ὁ ἄνθρωπος γεωμέτρης, ἀλλ' οὐ πᾶς ἄνθρωπος γεωμέτρης. ∆εύτερον, ὅπερ παντὶ μὲν τῷ εἴδει ὑπάρχει, οὐ μόνῳ δέ, ὡς τὸ δίπουν· πᾶς γὰρ ἄνθρωπος δίπους, οὐ μόνον δὲ ἄνθρωπος δίπους ἀλλὰ καὶ περιστερὰ καὶ τὰ τοιαῦτα. Τρίτον, ὅπερ παντὶ μὲν καὶ μόνῳ, οὐκ ἀεὶ δέ, ὥσπερ τὸ πολιοῦσθαι τῷ ἀνθρώπῳ· τοῦτο γὰρ παντὶ μὲν καὶ μόνῳ ἀνθρώπῳ ἁρμόζει, οὐκ ἀεὶ δὲ ἀλλ' ἐν τῷ γήρᾳ. Τέταρτον, ὅπερ γίνεται τῶν τριῶν τῶν πρώτων συνερχομένων, τουτέστι παντὶ καὶ μόνῳ καὶ ἀεί, ὅπερ καὶ ἀντιστρέφει, ὥσπερ τὸ γελαστικὸν τῷ ἀνθρώπῳ καὶ τὸ χρεμετιστικὸν τῷ ἵππῳ καὶ τὰ τοιαῦτα· μόνος γὰρ ἄνθρωπος ἔχει τὸ γελαστικὸν καὶ πᾶς ἄνθρωπος καὶ ἀεί, εἰ καὶ μὴ ἀεὶ κέχρηται αὐτῷ. Εἴ τι γὰρ ἄνθρωπος, πάντως γελαστικόν, καὶ εἴ τι γελαστικόν, πάντως ἄνθρωπος. Τοῦτό ἐστι τὸ ἀντιστρέφειν. Περὶ τούτου τοῦ σημαινομένου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος. Ὃ καὶ ὑπογράφοντές φαμεν· Ἴδιόν ἐστι, ὃ παντὶ καὶ μόνῳ τῷ εἴδει καὶ ἀεὶ ὑπάρχει. Τοῦτο δὲ τριχῶς διαιροῦσιν· ἀπὸ τῆς διοργανώσεως τουτέστι διαπλάσεως, ὡς τὸ πλατυώνυχον καὶ τὸ ὀρθοπεριπατητικὸν τῷ ἀνθρώπῳ· ἀπὸ τῆς ἐνεργείας, ὡς τῷ πυρὶ τὸ ἀνωτάτω φέρεσθαι· ἀπὸ τῆς δυνάμεως, ὡς λέγομεν τῷ πυρὶ ὑπάρχειν τὴν θερμαντικὴν δύναμιν ὑπερβάλλουσαν τὰς τῶν ἄλλων σωμάτων θερμότητας. Λέγεται δὲ τὸ ἴδιον ἐπουσιῶδες. 7 Περὶ τῶν κατηγορουμένων. Πᾶσα κατηγορία ἢ ἐπὶ πλέον γίνεται ἢ ἐπίσης, ἐπ' ἔλαττον δὲ οὐδέποτε. Καὶ ἐπὶ πλέον μέν, ὅτε τὰ καθολικώτερα κατηγοροῦνται τῶν μερικωτέρων· καθολικώτερα οὖν εἰσι τὰ ἐπάνω, μερικώτερα δὲ τὰ ὑποκάτω. Καθολικώτερον μὲν οὖν ἐστι πάντων τὸ ὄν, διὸ πάντων κατηγορεῖται· καὶ γὰρ καὶ ἡ οὐσία ὂν λέγεται καὶ τὸ συμβεβηκὸς ὂν λέγεται. Οὐ δυνάμεθα δὲ εἰπεῖν, ὅτι τὸ ὂν οὐσία ἐστίν· οὐ μόνον γὰρ οὐσία ἐστὶ τὸ ὂν ἀλλὰ καὶ συμβεβηκός. Ὁμοίως καὶ τὰ γένη κατηγοροῦνται τῶν εἰδῶν ὡς καθολικώτερα, τὰ δὲ εἴδη οὐ κατηγοροῦνται τῶν γενῶν αὐτῶν· τὰ γὰρ εἴδη μερικώτερα τῶν γενῶν εἰσι. Κατηγορεῖται τοίνυν ἡ οὐσία τοῦ ζῴου καὶ τὸ ζῷον τοῦ ἀνθρώπου· καὶ γὰρ τὸ ζῷον οὐσία ἐστὶ καὶ ὁ ἄνθρωπος ζῷόν ἐστιν. Οὐκ ἀντιστρέφει δέ· πᾶς μὲν γὰρ ἄνθρωπος ζῷον, οὐ πᾶν δὲ ζῷον ἄνθρωπος. Καὶ ὁ ἵππος γὰρ καὶ ὁ κύων ζῷά εἰσιν, ὁμοίως καὶ πᾶν ζῷον οὐσία ἐστίν, οὐ πᾶσα δὲ οὐσία ζῷόν ἐστιν· καὶ ὁ λίθος γὰρ καὶ τὸ ξύλον οὐσία ἐστίν, ἅτινα οὔκ εἰσι ζῷα. Ὁμοίως καὶ τὸ εἶδος κατηγορεῖται τῶν ὑπ' αὐτοῦ περιεχομένων ἀτόμων τουτέστιν ὑποστάσεων ὡς καθολικώτερον. Τὸ δὲ ἄτομον ἤγουν ἡ ὑπόστασις οὐ κατηγορεῖται τοῦ εἴδους· μερικωτέρα γάρ ἐστι τοῦ εἴδους ἡ ὑπόστασις. Καὶ Πέτρος τοίνυν ἄνθρωπός ἐστι καὶ Παῦλος ἄνθρωπός ἐστιν, οὐ πᾶς δὲ ἄνθρωπος Πέτρος ἢ Παῦλος· εἰσὶ γὰρ καὶ ἄλλαι ὑποστάσεις ὑπὸ τὸ εἶδος τοῦ ἀνθρώπου. Καὶ αἱ διαφοραὶ δὲ κατηγοροῦνται τῶν εἰδῶν, οἷς ἐνυπάρχουσι, καὶ τῶν ἀτόμων αὐτῶν. Καθολικώτεραι γάρ εἰσιν αἱ διαφοραὶ τῶν εἰδῶν· τὸ γὰρ λογικὸν καθολικώτερόν ἐστι τοῦ εἴδους τοῦ ἀνθρώπου. Καὶ γὰρ πᾶς μὲν ἄνθρωπος λογικός, οὐ πᾶς δὲ λογικὸς ἄνθρωπος· καὶ ὁ ἄγγελος γὰρ λογικὸς ὢν οὐκ ἔστιν ἄνθρωπος. Καὶ αὕτη μέν ἐστιν ἡ ἐπὶ πλέον κατηγορία· ἡ δὲ ἐπίσης κατηγορία, ὅτε ἀντιστρέφει. Κατηγοροῦνται γὰρ τὰ ἴδια