1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

2

ζήσωμεν. Χριστὸς σπαργάνοις καὶ σινδόσι καθαραῖς ἐνειλίττεται· λυθῶμεν τῶν τῆς ἁμαρτίας σειρῶν, καὶ τὴν θείαν αἴγλην ἀμφιασώμεθα. Χριστὸς ἐν τάφῳ καινῷ· ἑαυτοὺς ἐκκαθάρωμεν τῆς παλαιᾶς ζύμης, καὶ νέον γενώμεθα φύραμα, ἵνα Χριστοῦ χρηματίσωμεν καταγώγιον. Χριστὸς ἐν ᾅδῃ· πρὸς τὴν ὑψοποιὸν ταπείνωσιν συγκατέλθωμεν, ἵνα καὶ συναναστῶμεν, καὶ συνυψωθῶμεν, καὶ συνδοξασθῶμεν, τὸν Θεὸν ὁρῶντες ἀεὶ καὶ ὁρώμενοι. Οἱ ἀπ' αἰῶνος, ἐλευθερώθητε· οἱ πεπεδημένοι, ἐξέλθετε· οἱ ἐν τῷ σκότει, ἀνακαλύφθητε· ἀφέθητε, οἱ αἰχμάλωτοι· καὶ τυφλοὶ, ἀναβλέψατε· ἔγειραι, ὁ καθεύδων Ἀδὰμ, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν· ἐπεφάνη γὰρ Χριστὸς ἡ ἀνάτασις. Ἀλλ', εἰ δοκεῖ, ἄνωθεν τοῦ λόγου τὴν ἀρχὴν ποιησώμεθα· οὕτω γὰρ ἂν σαφέστερος ἅμα καὶ πιθανότερος, καὶ διὰ λείας εἴη τῆς τρίβου τὴν πορείαν ποιούμενος· καί μου ἐπεύξασθε τὴν θείαν τοῦ ἁγίου Πνεύματος ἔλλαμψιν, ἧς ἄνευ οἱ σοφοὶ μὲν ἀνόητοι, καὶ μεθ' ἧς οἱ ἀγράμματοι τῶν λίαν σοφῶν σοφώτεροι γίγνονται. δʹ. Πάντων μὲν αἴτιος ὁ Θεὸς, αὐτὸς δὲ οὐκ ἔκ τινος, διὸ καὶ ἀγέννητος· λόγον ἔχων ἐνυπόστατον, συναΐδιον, ἐξ αὐτοῦ ἀῤῥεύστως καὶ ἀχρόνως γεννώμενον, οὐδέποτε τοῦ Πατρὸς χωριζόμενον· τέλειον Θεὸν, τῷ γεγεννηκότι κατὰ πάντα ὅμοιον, πλὴν τῆς 96.605 ἀγεννησίας, ἕν τε οὐσίᾳ καὶ δυνάμει, βουλήσει τε καὶ ἐνεργείᾳ, βασιλείᾳ τε καὶ κυριότητι· οὐκ ἀναίτιον· ἐκ τοῦ Πατρὸς γάρ· οὐκ ἀπὸ χρόνου ἀρξάμενον· οὐ γὰρ ἦν ποτε ὁ Πατὴρ, ὅτε οὐκ ἦν ὁ Υἱός· Υἱοῦ γὰρ Πατὴρ ὁ Πατὴρ, καὶ οὐκ ἔσται ὁ Πατὴρ μὴ ὄντος Υἱοῦ, ἅμα τῷ Πατρὶ τὴν ὕπαρξιν ἔχοντος ἀδιαστάτως ἐξ αὐτοῦ γεννώμενον, καὶ ἐν αὐτῷ ἀνεκφοιτήτως μένοντα, σοφίαν ὄντα τοῦ γεγεννηκότος, καὶ ἐνυπόστατον δύναμιν, φύσει Θεὸν, τῷ Πατρὶ ὁμοούσιον, οὐκ ἄνευ Πνεύματος γνωριζόμενον· καὶ Πνεῦμα γὰρ ἅγιον τοῦ Πατρὸς ἐκπορεύεται, ὁμοσθενὲς, ταυτοτελὲς, ταυτουργὸν, ταυτοδύναμον, συναΐδιον, ἐνυπόστατον, οὐχ ὑϊκῶς, ἀλλ' ἐκπορευτῶς προερχόμενον· ἄλλος οὗτος τῆς ὑπάρξεως ὁ τρόπος, θεῖος καὶ ἄληπτος· τῷ Πατρὶ καὶ τῷ Υἱῷ κατὰ πάντα ὅμοιον ἀγαθὸν, ἡγεμονικὸν, Κύριον, δημιουργὸν, φύσει Θεὸν τῷ Πατρὶ καὶ τῷ Υἱῷ ὁμοούσιον, συμβασιλεῦον, συνδοξαζόμενον, συμπροσκυνούμενον ὑπὸ πάσης τῆς κτίσεως. Τοῦτ' ἡμῖν ἐστι τὸ λατρευόμενον. Πατὴρ Υἱοῦ γεννήτωρ ἀγέννητος· οὐ γὰρ ἔκ τινος· Υἱὸς τοῦ Πατρὸς γέννημα, ὡς ἐξ αὐτοῦ γεγεννημένος· Πνεῦμα ἅγιον τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς ἐξ αὐτοῦ ἐκπορευόμενον, ὅπερ καὶ τοῦ Υἱοῦ λέγεται, ὡς δι' αὐτοῦ φανερούμενον, καὶ τῇ κτίσει μεταδιδόμενον, ἀλλ' οὐκ ἐξ αὐτοῦ ἔχον τὴν ὕπαρξιν. Εἷς Θεὸς, ὅτι μία θεότης, μία δύναμις, μία οὐσία, μία βούλησις, μία ἐνέργεια, ἀμέριστος ἐν μεμερισμέναις μόναις ταῖς ὑποστάσεσιν, ἤτοι ταῖς τῆς ὑπάρξεως ἰδιότησι. 96.608 Μόνῳ γὰρ τῷ Πατρὶ τὸ ἀγέννητον, Μόνῳ τῷ Υἱῷ τὸ ἐκ τοῦ Πατρὸς ἀνάρχως ἀχρόνως καὶ ἀϊδίως γεγεννῆσθαι, καὶ τὸ ἐκπορεύεσθαι ἀχρόνως καὶ ἀϊδίως μόνῳ τῷ Πνεύματι. Τριὰς μία, ἁπλῆ, ἀσύνθετος, οὐσία ἄπειρος, φῶς ἀκατάληπτον, δύναμις ἀπεριόριστος, πέλαγος ἀγαθότητος, εἷς Θεὸς ἐν τρισὶ τελείαις ταῖς ὑποστάσεσιν ἀμερίστως δοξολογούμενος. εʹ. Αὐτὸς ἐκ μὴ ὄντων ἀγγέλους ἐποίησεν, οὐρανὸν, γῆν, καὶ πάντα τὰ ἐν αὐτοῖς· πῦρ αἰθέριον, καὶ ὑδάτων ἄβυσσον· ἀέρα πνοῆς ταμιεῖον, καὶ φωτὸς διειδέστατον ὄχημα, πόλον δεύτερον ἐν ὕδατι στερεούμενον, τῶν μεταρσίων τε καὶ ἀβυσσίων ὑδάτων μεταίχμιον, ὃ δὴ καὶ οὐρανὸν κέκληκε· φαέθοντα ἥλιον, ἡμέρας καὶ νυκτὸς διπλοδρόμον ἐργάτην, πάντα φρυκτωροῦντα τοῖς ἀγλαοῖς ἀμαρύγμασι· σελήνην τὴν νύκτα καταφωτίζουσαν, καὶ τῆς ἡλιακῆς αἴγλης συγκιρνῶσαν τὴν φλόγωσιν· ἄστρα δὴ ταῦτα τοῦ στερεώματος ὡραΐσματα· καὶ πάντα δὴ τὰ ἐπίγεια· ἄνθη παντοδαπὰ καὶ πολύχρηστα, σπερματίζοντα χόρτον, ξύλα κάρπιμα, κόσμον τῇ γῇ ὡραιότατον· ζώων παντοῖα φῦλα τοῖς ὕδασιν ἐννηχόμενα, κήτη μεγάλα τε καὶ ἐξαίσια· ἑρπετῶν ποικίλα