1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

11

δέξασθαι, στερεαὶ δὲ μᾶλλον, καὶ ἀῤῥενωπῶς πρὸς ἀρετὴν διακείμεναι. λαʹ. Τῇ δ' ἐπαύριον, φησὶν, ἥτις ἦν μετὰ τὴν Παρασκευὴν, συνήχθησαν οἱ ἀρχιερεῖς, καὶ Φαρισαῖοι πρὸς Πιλάτον, λέγοντες. Πάλιν συνήχθη τὸ τῆς παρανομίας συνέδριον. Οἱ τοὺς προφήτας ἀποκτείνοντες, καὶ λιθοβολοῦντες τοὺς ἀπεσταλμένους πρὸς αὐτούς· οἱ τὸν ἀμπελῶνα Κυρίου, τὸν 96.633 Ἰσραηλίτην λέγω λαὸν, δεινῶς κατεσθίοντες, καὶ πρὸς τοὺς δούλους τὸν κληρονόμον Υἱὸν ἀπεχθῶς θανατώσαντες. Ἠγνόησαν γὰρ, ὡς κληρονόμος ἔσται πάσης τῆς κτίσεως, οἷα ἄνθρωπος. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Καὶ τί πρὸς Πιλάτον λέγουσι; Κύριε, ἐμνήσθημεν, ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Ὢ τῆς συνήθους τῶν εἰδωλολατρῶν παρανομίας! Τὸν τῆς πλάνης ὑπόσπονδον, τὸν δοῦλον τῆς ἁμαρτίας κύριον καλοῦσιν οἱ πλάνοι, καὶ τῆς πλάνης συμμέτοχοι. Τὸν δὲ Σωτῆρα τῶν ὅλων καὶ Κύριον, τὴν ὄντως ἀλήθειαν, τὴν τοῦ Πατρὸς σοφίαν καὶ δύναμιν, τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον εἰς τὸν κόσμον ἐρχόμενον, πλάνον προσαγορεύουσι. Τί, ἔτι ζῶν, φάσκετε πρότερον; Οὐ ζῇ μετὰ θάνατον, ὁ τῆς ζωῆς τοῖς ζῶσι, καὶ τοῖς οὖσι τοῦ εἶναι αἴτιος; Ἐν νεκροῖς μὲν ἦν, ἀλλὰ ζῶν, ὡς ἐλεύθερος. Οὐκ ἠκούσατέ ποτε ἐν Ἰωνᾷ τῷ προφήτῃ τοῦ Κυρίου φήσαντος· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται; Καταστραφήσεται γὰρ ἡ πλάνη, τοῦ Κυρίου τρίτῃ ἡμέρᾳ ἐξανισταμένου τοῦ μνήματος, καὶ φυτευθήσεται δικαιοσύνη τε καὶ ἀλήθεια. Κέλευσον οὖν, φασὶν, ἀσφαλισθῆναι τὸν τάφον ἕως τρίτης ἡμέρας. Τί μάτην ταράττεσθε, δείλαιοι; Τί φοβεῖσθε φόβον, οὗ φόβος οὐ πέφυκεν; Οὐ συνέξει σφραγὶς τὸν ἀπερίγραπτον. Εἰ τῷ Ἀββακοὺμ αἱ τοῦ βόθρου σφραγῖδες οὐκ ἐπέσχον τὴν εἴσοδον, οὐκ ἂν ἐκτρέψαιτο τὸν ∆ανιὴλ, προφήτην ὄντα Θεοῦ καὶ θεράποντα· πῶς τὸν κοινὸν ∆εσπότην κατασχεῖν αἱ σφραγῖδες δυνήσονται; Ἀλλ' ὄντως τυφλὸν ἡ κακία, καὶ θᾶττον τρέπεται. Μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν, καὶ εἴπωσι τῷ λαῷ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. Τίς κλέπτει νεκρὸν, ὦ ἀνόητοι; Τὴν μὲν ἐσθῆτα τυχὸν τῶν κατοιχομένων λωποδυτοῦσιν οἱ τοὺς τύμβους ὀρύττοντες· νεκρὸν τίς κέκλοφε πώποτε; εἰ γὰρ μὴ ἀνασταίη, καὶ ψεύσοιτο τῇ προῤῥήσει τὴν ἔγερσιν, πῶς αὐτοῦ μάτην οἱ μαθηταὶ περιέξονται; Νεκρὸς γὰρ ἅπας ἀπὸ καρδίας βροτῶν ἐπιλέλησται, ἔφησεν ἡ Γραφή. Εἰ δὲ πλάνοις, πῶς οὐ μᾶλλον ἐπιλησθήσεται; Πῶς δὲ θανάτους καὶ θλίψεις παντοδαπὰς, καὶ φορυτὸν κακῶν ἑαυτοῖς ἐπισπάσονται, ὡσπεροῦν ἐπεσπάσαντο, πλάνου νεκροῦ ἐπεχόμενοι; Ὄντως τὴν σκεπτομένην ὑμῖν πλάνην τοῖς ἀληθέσιν ἐπιφημίζετε. λβʹ. Ἀλλ' ὁ Πιλάτος· Ἔχετε κουστωδίαν· ὑπάγετε, φησὶν, ἀσφαλίσασθε ὡς οἴδατε. Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον, σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας. Φεύγει τὴν κοινωνίαν τῶν θεοκτόνων ὁ Πιλάτος, εἰδὼς ὡς οὐδεμίαν αἰτίαν εὗρεν ἐν αὐτῷ καὶ τὸ πᾶν τῆς παροινίας αὐτοῖς ἀποδίδωσιν. Ὡς οἴδατε, φησὶν, ἀσφαλίσασθε. Μή τις ὑμῖν ὑπο 96.636 λειπέσθω ἀντιλογία πρὸς τὴν ἀνάστασιν, ὑμῖν αὐτοῖς τὴν σφραγῖδα καὶ τὴν φρουρὰν ἐγκεχείρικα. Μὴ τοίνυν ἀληθῶν τῶν τοῦ πλάνου, ὡς αὐτοί φατε, δεικνυμένων προῤῥήσεων τῇ ἐκβάσει τῆς ἀναστάσεως, σκήψεις δεινὰς, καὶ ψευδῆ τερατεύματα ἕξετε. Νῦν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς. Νῦν κρίσις ἐστὶ, καθὼς αὐτὸς ἔφησεν. Εἰ γὰρ αὐτὸς ὑψωθῇ ἐκ γῆς ἀνιστάμενος, ὑμεῖς μὲν οἱ ἄρχοντες ἐκβληθήσεσθε, αὐτὸς δὲ πάντας ἑλκύσει πρὸς ἑαυτόν. Ταῦτα Πιλάτου τὰ ῥήματα. Ἀλλ' οἱ ἀναιδεῖς καὶ ἀγνώμονες Ἰουδαῖοι, ἐπὶ τὸν τάφον κυνηδὸν ἐξορμήσαντες, τὸν λίθον σφραγίζουσι. Κεῖται τοίνυν ἐν τάφῳ νεκρὸς, φύλαξι καὶ σφραγῖδι φρουρούμενος, ὁ κτίσας τὴν ἄβυσσον καὶ σφραγισάμενος αὐτήν· ὁ θέμενος τῇ θαλάσσῃ ψάμμον ὅριον, ὡς