1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

7

κατέπιεν ἰσχύσας λίαν οἰκτρῶς, ἐμεῖν ἐκβιάζεται, ἐξαποστέλλων κενὸν τὸν ἐπὶ πλούτῳ κομπάζοντα. Τὸ γεννηθὲν, καὶ δοθὲν ἡμῖν παιδίον ἐπὶ τρώγλην ἀσπίδων καταβεβηκὸς, ἄγχει, καὶ ἀποκτείνει καὶ ὄλλυσι τὸν σοβαρὸν καὶ μεγάλαυχον. Νῦν οὐρανὸς ὁ ᾅδης γεγένηται, καὶ φωτὸς πληροῦνται τὰ καταχθόνια, καὶ τὸ σκότος τὸ πρὶν διῶκον ἐλαύνεται, καὶ τοῖς τυφλοῖς ἀνάβλεψις δίδοται. Τοῖς γὰρ ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, ἀνατολὴ ἐξ ὕψους ἐπέφανε. Ταῦτα προφῆται, καὶ πατριάρχαι, καὶ δίκαιοι σαφῶς προετύπουν καὶ προηγόρευον. κγʹ. Ὁ δίκαιος δεσμεῖται, ὡς δύσχρηστος. Βουλὴν γὰρ καθ' αὑτῶν ὀλεθροτόκον βεβούλευνται, οἱ τὸν τοῦ Κυρίου λαὸν καλαμώμενοι, καὶ τῶν ποδῶν αὐτῶν τὰς τρίβους ταράσσοντες. Οὐαὶ τῇ ψυχῇ αὐτῶν! πονηρὰ κατὰ τὰ ἔργα αὐτῶν συμβήσεται αὐτοῖς, ὁ Ἡσαΐας φησίν· ἀλλ' ἡμῖν λυσίπονος ὄντως καὶ ἀκεσώδυνος ἡ πρᾶξις ἤδη γεγένηται. Τὸν νῶτον εἰς μάστιγας δίδωμι, καὶ τὰς παρειὰς εἰς ῥαπίσματα, καὶ ἐμπτυσμάτων αἰσχύνης ἀνέχομαι, ὁ ἐν Ἡσαΐᾳ ἔφη φθεγγόμενος. ∆ιὸ τῶν ἐμῶν χειρῶν τὸ πλαστούργημα, οὐκ ἐντραπήσεται, οὐκ αἰσχυνθήσεται. Οὐ γὰρ ἡρπάχθαι λελόγισμαι τὸ εἶναι ἴσα Θεῷ· ἀλλὰ Θεὸς ὢν τῷ Πατρὶ ὁμοούσιος, ἐμαυτὸν καθῆκα πρὸς κένωσιν, καὶ ὑπὲρ ἀσεβῶν ταπεινοῦμαι πρὸς θάνατον, οὕτω τοῦ Πατρὸς εὐδοκήσαντος. Ἃ θέλει γὰρ, βούλομαι, συνθελητὴς αὐτῷ πεφυκὼς, καὶ κοινωνὸς τῆς θεότητος. Καὶ ὑψοῦμαι ὁ Ὕψιστος, καὶ ἐν ἐμοὶ δεδοξασμένης τῆς ἀνθρωπότητος (οὕτω γὰρ τὴν πατρικὴν ἀγάπην συνίστημι), ἵν' ἐν τῷ ἐμῷ δικαιούμενα αἵματι, καὶ ἐν τῷ ἐμῷ θανάτῳ τὴν πρὸς τὸν ἐμὸν Πατέρα καταλλαγὴν εὐμοιρήσαντα, ἐν τῇ ζωῇ ζῶσι, καὶ ὑπὸ τὰς ἐμὰς ἀναπαύσωνται πτέρυγας, τὰ ἐμοὶ φυλασσόμενα πρόβατα. κδʹ. Συνῶμεν οἳ οὐ τεθεάμεθα, καὶ τῇ ἀκοῇ τῶν εὐαγγελιζομένων εἰρήνην πιστεύσωμεν. Ἡμῖν γὰρ ὁ τοῦ Θεοῦ βραχίων, ἡ παντουργὸς αὐτοῦ δύναμις, ἐκκαλύπτεται. ∆οξασθησόμεθα γὰρ εἰ συνήσωμεν, καὶ σφόδρα δοξασθησόμεθα, ἐν εὐτελείᾳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, καὶ ἐν τῷ ἀδοξοῦντι εἴδει κατανοοῦντες τὴν ὑπὲρ νοῦν ὡραιότητα. Εἰ καὶ πέπονθε γὰρ ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Εἰ καθορᾶται ἐπὶ ξύλου κρεμάμενος, ἀκαλλής τε καὶ ἄδοξος παρὰ πάντας ἐκλείπων τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἀλλ' αὐτός ἐστι τὸ τῆς δόξης ἀπαύγασμα, ὃ ὁρῶσα ᾐσχύνθη ἡ γῆ καὶ ἐπένθησεν. Οὗτος τὰς ἁμαρτίας ἡμῶν ἐπὶ τὸ ξύλον ἀνήνεγκε, καὶ τὸν ἡμέτερον ἤλγησε μώλωπα, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ πληγὴν, καὶ πόνον, καὶ κάκωσιν ἤνεγκε, τῆς 96.624 ἡμῶν εἰρήνης καταλλάγματα. Ἐπεὶ γὰρ ὡς πρόβατα ἐπλανήθημεν, τὴν ὁδὸν Κυρίου ἐκκλίναντες, καὶ τὴν ἡμῶν ἐξανύοντες τρίβον, διὰ σπλάγχνα ἐλέους ταῖς ἁμαρτίαις ἡμῶν παραδέδοται· οὐκ ἐρίζων, οὐδὲ κραυγάζων, ἡμῖν καταλιμπάνων ὑπογραμμὸν, καὶ ὡς πρόβατον ἄφωνον ὑπὲρ ἡμῶν εἰς θάνατον ἄγεται. Ὄψεσθε, φησὶν ὁ Μωϋσῆς, τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε τῇ ζωῇ ὑμῶν. Ὁ Θεοπάτωρ ∆αβὶδ, μᾶλλον δὲ διὰ τοῦ ∆αβὶδ ὁ τοῦ ∆αβὶδ Κύριος, τὸ οἰκεῖον πάθος, καὶ τὴν ζωοτόκον ταφὴν προαναφωνῶν ἔλεγε· ∆ιεμερίσαντο τὰ ἱμάτια μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλλον κλῆρον. Ὁ δερματίνους χιτῶνας ἀμφιάσας τοὺς τοῦ γένους πρωτοπάτορας, ἑκὼν γυμνοῦται πρὸς σταύρωσιν, ἵνα γυμνώσας ἡμᾶς τῆς θνητότητος τὴν τῆς ἀφθαρσίας περιβάλῃ εὐπρέπειαν. Καὶ τὴν στολὴν κληρουχεῖ τοῖς στρατιώταις. Μέλλει γὰρ ἐκ θνητῶν ἀνιστάμενος ἀποστέλλειν τοῖς ἔθνεσιν, οὓς αὐτὸς μαθητὰς ἐξελέξατο, καὶ αὐτὸς θείου βαπτίσματος τοῖς πιστοῖς γίνεσθαι περιβόλαιον· Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. κεʹ. Νῶε μὲν ἐν κιβωτῷ καθειργόμενος, καὶ ξύλῳ σώζων δευτέρου κόσμου τὰ σπέρματα, καὶ πάλιν ἀρχὴ τοῦ γένους γενόμενος, Χριστὸν ἑκουσίως ἐτύπου