1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

13

θείου γάμου γενώμεθα, ἐπιγνωσθῶμέν τε τῆς ἀνακλήσεως ἄξιοι, καὶ τοῦ μόσχου τοῦ σιτευτοῦ μεταλάβωμεν, καὶ τοῦ ἀμνοῦ τοῦ Πάσχα μετάσχωμεν, ἐμφορηθῶμέν τε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος, νῦν μὲν σάρκα Θεοῦ ἐκ σίτου, καὶ αἷμα Θεοῦ ἐξ οἴνου, ἀληθῶς τῇ ἐπικλήσει καὶ ἀῤῥήτως μεταποιούμενον· ἀψευ 96.640 δὴς γὰρ ὁ ἐπαγγειλάμενος· καθαρᾷ τῇ συνειδήσει ἐσθίοντές τε καὶ πίνοντες, καὶ τούτοις ἑπταπλασίως, ὥσπερ τις χρυσὸς καθαιρόμενοι, καὶ τὸ κίβδηλον τῆς ἁμαρτίας ῥυπτόμενοι, καὶ ἀφθαρσίαν κληροδοτούμενοι, καὶ Θεῷ συναπτόμενοι, καὶ θεούμενοι, καὶ τῆς αὐτοῦ κατατρυφῶντες τῆς μεθέξεως, ὅταν φωνήσῃ τοῦ Κυρίου σάλπιγξ, καὶ οἱ νεκροὶ ἀναστήσωνται, ὅτε καθιεῖται κριτήριον, καὶ ἡμέρᾳ ᾗ ἔστησεν ὁ Θεὸς κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ· ὅτε πάντα τὴν οἰκείαν ἀποκατάστασιν λήψονται, μηδεμιᾶς ἑτέρας ὑπολειπομένης ἀποκαταστάσεως· ὅτε πῦρ μὲν τοὺς ὑπεναντίους κατέδεται ἀδαπάνητα, τοὺς δὲ δικαίους αἱ πρὸ αἰώνων ἡτοιμασμέναι μοναὶ ὑποδέξονται, καὶ ὁ Ἀβραὰμ κόλπος, ὁ ἐκ κόλπων, φημὶ, Ἀβραὰμ σεσαρκωμένος Θεὸς Λόγος καὶ Κύριος· ὅτε τῶν μὲν ἀσεβῶν ἡ γῆ πεσεῖται, καὶ ζόφος αὐτοὺς ὑποδέξεται, καὶ πῦρ σκοτεινὸν ὅπερ ἑαυτοῖς ἐξέκαυσαν, καὶ σκώληξ κατατρύχων ἀκοίμητα, καὶ κλαυθμὸς τῷ τῶν ὀδόντων βρυγμῷ σύμμικτος· τοὺς δὲ εὐθεῖς τῇ καρδίᾳ, καὶ πίστιν ἀμώμητον ἔχοντας, λαμπροὺς, λαμπρῶς λάμποντας ὡς ἥλιος, ἡ γῆ τῶν πραέων εἰσδέξεται· ὅτε τῶν παρθένων, αἱ μὲν μωραὶ ἀφρονέστατα ταραχθήσονται, ἐν οὐ καιρῷ ζητοῦσαι τὰ τοῦ καιροῦ, καὶ τὰς σβεννυμένας λαμπάδας ξένῳ κοσμεῖν ἐλαίῳ σπουδάζουσαι, αἷς ὁ νυμφὼν μὲν ἀποκλεισθήσεται. φωνὴ δὲ τοῦ ἀδεκάστου ἔνδοθεν ἠχήσει ἀπότομος· Οὐκ οἶδα ὑμᾶς. Ταυτὸν δὲ εἰπεῖν· Οὐκ ἀγαπῶ ὑμᾶς· οὐ γὰρ τοὺς ἐμοὺς ἀδελφοὺς ἠγαπήκατε· οὐ τῆς ἀγάπης ἑαυτοῖς σύμβολα ἐπεδείξασθε· οὐ σπλάγχνα οἰκτιρμῶν πρὸς αὐτοὺς ἐκινήσατε. ∆ιὸ ἡ κρίσις ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος. Ἐπ' οὐδενὶ γὰρ, ὡς ἐλέῳ, ὁ συμπαθὴς θεραπεύομαι· Οὐδὲν ἁρπάζειν τὴν ἐμὴν καρδίαν οἶδεν, ἢ ἔλεος. Ἔλεον γὰρ θέλω, καὶ οὐ θυσίαν. Θύραν ἐλέου τοῖς χρῄζουσιν οὐκ ἠνοίξατε, οὐδ' ὑμῖν ἐκπετάσω τῶν ἐμῶν βασιλείων τὴν εἴσοδον. Ταῦτα τὰ τῶν ἀφρόνων γεώργια. Αἱ δὲ φρόνιμοι ἡτοιμάσθησαν, καὶ οὐκ ἐταράχθησαν. Παντοδαπῶν γὰρ ἀρετῶν τὰς σφῶν λαμπάδας ἐμπλήσασαι, καὶ τῷ ἐλαίῳ τῆς εὐποιίας ταύτας ἀφθόνως ἀρδεύσασαι, τῷ τε φωτιστικῷ πυρὶ τῆς ὀρθοδόξου ἀνάψασαι πίστεως, φαιδραὶ φαιδρῶς τῷ νυμφίῳ μεσούσης τῆς νυκτὸς ὑπαντήσασαι, ἐν τῷ θείῳ νυμφῶνι χορεύουσι, καὶ τῆς αὐτόθι χαρμονῆς ἀπολαύουσι, τῷ ἀχράντῳ νοερῶς ἀεὶ συναπτόμεναι, καὶ καθαρῶς τῷ καθαρῷ προσομιλεῖν ἀξιούμεναι. λϛʹ. Καὶ ὑμεῖς τοιγαροῦν, ὦ θεῖον καὶ ἱερὸν τοῦ μεγάλου ποιμένος, καὶ ἱερέως, καὶ θύματος ποίμνιον, λαὸς περιούσιος, βασίλειον ἱεράτευμα, οἱ τὸ κοινὸν ὄνομα ὡς Χριστοῦ δοῦλοι πλουτήσαντες, τῶν αὐτοῦ μεμνημένοι παθῶν τε, καὶ λόγων, καὶ πράξεων, τηρῶμεν αὐτοῦ τὰ ζωηφόρα ἐντάλματα. Ἔφη γάρ· Πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε. Καὶ ἄλλον· Παράκλητον ὁ Πατὴρ πέμψει 96.641 ὑμῖν, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Πιστεύοντες οὖν, ἐκθύμως αὐτὸν ἀγαπήσωμεν. Ὁ γὰρ ἀγαπῶν με, φησὶν, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, καὶ ἀγαπήσω αὐτὸν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. λζʹ. Μισήσωμεν οὖν τοὺς ἐχθροὺς αὐτοῦ. Πᾶς ὅστις οὐχ ὁμολογεῖ τὸν Χριστὸν Υἱὸν τοῦ Θεοῦ καὶ Κύριον, ἀντίχριστός ἐστιν. Ἐάν τις εἴπῃ, ὅτι δοῦλός ἐστιν ὁ Χριστὸς, κλείσωμεν τὰς ἀκοὰς, εἰδότες ὅτι ψευστής ἐστι, καὶ ἀλήθεια ἐν αὐτῷ οὐκ ἔστιν. Ἐνέγκωμεν τὸν ὀνειδισμὸν αὐτοῦ, ὥσπερ δόξης διάδημα. Μακάριοι γὰρ, φησὶν, ἐστὲ, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ἕνεκεν ἐμοῦ. Χαίρετε, καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολύς ἐστιν ἐν τοῖς οὐρανοῖς. Οὕτω