1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

6

γενόμενος, οὐκ ὢν αὐτὸς κατάρα, εὐλογία δὲ μᾶλλον καὶ ἁγιασμὸς, ἀλλὰ τὴν ἡμῶν κατάραν ἀναδεχόμενος, ὑπὲρ ἡμῶν σταυροῦται, καὶ θνήσκει, καὶ θάπτεται. Ἐπικατάρατος δὲ πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, φησὶν ἡ Γραφή. Καί· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, τῷ Ἀδὰμ ἔφησεν ὁ Θεός. Γίνεται τοίνυν ὑπὲρ ἡμῶν κατάρα, ἵνα τὴν εὐλογίαν ἡμεῖς ἀπολάβωμεν. Ὅσοι γὰρ, φησὶν, ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα γενέσθαι Θεοῦ, τοῖς πιστεύουσιν εἰς αὐτόν. καʹ. Ὢ τοῦ θαύματος! ὁ ποιμαίνων τὸν Ἰσραὴλ, ὡς Θεὸς προαιώνιος, ὑπὸ χειρὸς Ἰσραηλίτιδος εἰς θάνατον ὡς ἄνθρωπος παραδίδοται. Ὁ ὁδηγῶν Ἰσραὴλ ὡσεὶ πρόβατον, ὡς ἀρνίον ἄκακον ἦκται τοῦ θύεσθαι, καὶ ξύλον ἐπάγει ζωῆς κατὰ τοῦ ξύλου τῆς γνώσεως, καὶ χολῆς γεύσει ὄξει συμμίκτῳ, τὴν ἐκ τῆς ἡδείας βρώσεως νόσον τῇ φύσει ἐνσκήψασαν ἐξωστράκισεν. Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ ὡς Θεὸς, ὡς κριτὸς ἐπὶ σταυροῦ κρέμαται, αὐτὸς ὢν ἡ τῶν ἀνθρώπων ζωὴ, ἣν οἱ θεοκτόνοι ἐξηρτημένην τοῦ ξύλου θεασάμενοι, οὐκ ἐπίστευσαν. Ἔμυσαν 96.620 γὰρ τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν. Ὁ θείαις χερσὶ πλαστουργήσας τὸν ἄνθρωπον, ὅλην τὴν ἡμέραν τὰς ἀχράντους διεπέτασε χεῖρας πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, καὶ ταῖς πατρικαῖς παλάμαις τὴν ψυχὴν παρατίθεται. Καὶ λόγχῃ πλευρὰ νύττεται τοῦ ἐκ πλευρᾶς τοῦ Ἀδὰμ τὴν Εὔαν δημιουργήσαντος, καὶ πηγάζει θεῖον αἷμα καὶ ὕδωρ, πόμα ἀθανασίας, καὶ ἀναπλάσεως βάπτισμα. Ὅθεν ᾐσχύνθη ὁ ἥλιος, μὴ φέρων ὁρᾷν τὸν νοητὸν τῆς δικαιοσύνης παροινούμενον ἥλιον. Γῆ ἐσείετο, δεσποτικῷ περιῤῥαινομένη αἵματι, τῶν εἰδωλικῶν λύθρων ἐκτινασσομένη τὸν σπῖλον, καὶ περιχαρῶς σκιρτῶσα τὴν κάθαρσιν. Νεκροὶ τῶν μνημάτων ἀνίσταντο, τοῦ δι' ἡμᾶς νεκρουμένου τὴν ἔγερσιν προεμφαίνοντες. Ἐσβέννυτο ἥλιος, καὶ πάλιν ἀνήπτετο τὴν τριήμερον τοῦ ∆εσπότου δημιουργῶν ἀπαρίθμησιν. Τοῦ ναοῦ διῃρεῖτο τὸ καταπέτασμα, σαφῶς μηνύον τὴν τῶν ἀδύτων ἐπίβασιν, καὶ τῶν κεκρυμμένων τὴν ἔκφανσιν. Λῃστὴς μὲν γὰρ ἤμελλε χωροβατεῖν τὸν παράδεισον, καὶ ὁ δίκην κακούργου ἀναιρούμενος ἄνθρωπος, Θεὸς ὑπὸ πάσης πιστεύεσθαι καὶ προσκυνεῖσθαι τῆς κτίσεως· Θεὸς γάρ ἐστιν ἀληθῶς· καὶ τὸ γεῶδες καὶ ἐκ χοὸς ἀπηρτισμένον σῶμα, οὐρανῶν ὑψηλότερον γίγνεσθαι, καὶ Θεῷ συγκαθέζεσθαι· καὶ ἡ τῆς ἁγίας, καὶ μακαρίας, καὶ πολυυμνήτου Τριάδος φανεροῦσθαι ἐπίγνωσις. κβʹ. Ὁ τῷ Ἀδὰμ ἐμφυσήσας πνεῦμα ζωῆς, καὶ ποιήσας αὐτὸν εἰς ψυχὴν ζῶσαν, νεκρὸς, ἄπνους ἐν τῷ μνημείῳ τίθεται. Ὁ εἰς γῆν ἀποστρέφεσθαι κατακρίνας τὸν ἄνθρωπον, τοῖς ἐν γῇ ἐπιλελησμένοις συναρίθμιος γέγονε. Χαλκαῖ πύλαι συντρίβονται, καὶ συνθλῶνται μοχλοὶ σιδηροῖ· πύλαι μὲν αἰώνιοι ἤρθησαν, καὶ ἔφριξεν ᾅδου πυλωρὸς, καὶ ἀνεκαλύφθη τὰ τῆς οἰκουμένης θεμέλια. Ὁ γὰρ ἁμαρτίας ἐλεύθερος ἐν νεκροῖς λελόγισται· καὶ κειρίαις περίκειται ὁ Λαζάρου λύσας τὰ σπάργανα, ἵνα τὸν νεκρωθέντα τῇ ἁμαρτίᾳ ἄνθρωπον, καὶ ταῖς ταύτης περισφιγέντα σειραῖς, λύσῃ τῶν δεσμῶν, καὶ ἀφήσῃ ἄνετον. Νῦν ὁ βασιλεὺς τῆς δόξης πρὸς τὸν τύραννον κατεφοίτησεν, ὁ δυνατὸς ἐν πολέμῳ, οὗ ἀπ' ἄκρου τοῦ οὐρανοῦ αἱ πρὸς ἡμᾶς ἔξοδοι, ὁ δραμὼν ὡς γίγας τὴν ἐν τῷ βίῳ ὁδόν. Συμπλέκεται γὰρ τοῦτο τῇ ἀσθενείᾳ τῆς ἀνθρωπότητος, καὶ δεσμεῖ ὡς στρουθίον τὸν ἰσχυρὸν, φρούδων γεγενημένων τῶν δορυφορούντων τῇ αὐτοδυνάμῳ θεότητι, καὶ τῶν τούτου σκευῶν ποιεῖται τὴν ἁρπαγὴν, ἀνάγων καλῶς, ἃ κακῶς ἐκεῖνος κατήγαγε. Νῦν ὁ λόγος πρὸς τὸν δράκοντα κάτεισι, τὸν Λευϊαθὰν, τὸν ἀποστάτην (δράκων δὲ ὁ Λευϊαθὰν ἑρμηνεύεται), τὸν νοῦν τὸν μέγαν 96.621 τῶν Ἀσσυρίων, τῶν ἐναντίων λέγω δυνάμεων, τῇ καρδίᾳ τῆς γῆς ἐμφωλεύοντα· καὶ τοῦτον ἕλκει τῷ τῆς θεότητος ἀγκίστρῳ, τῷ κεκρυμμένῳ σώματι οἷά τινι σκώληκι, καὶ οὓς