1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

12

λέων ἀνεπαύσατο, ὡς σκύμνος λέοντος ἐκοιμήθη, ὡς βασιλεὺς ὑπνῶν φυλαττόμενος. Τίς ἐγερεῖ αὐτόν; Νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν ὑψωθήσομαι, νὺν δοξασθήσομαι· νῦν ὄψεσθε, νῦν αἰσθήσεσθε. λγʹ. Ἀλλ' αἱ γυναῖκες ἐκκαεῖ τοῦ ∆ιδασκάλου τῷ φίλτρῳ πυρούμεναι, ταῦτα πάντα ἀπερικαλύπτως θεώμεναι, καὶ προκινδυνεύειν τοῦ Κυρίου κατεπειγόμεναι, τῶν ἀποστόλων τὴν παῤῥησίαν ἐνίκησαν, παρευδοκιμεῖσθαι μὴ ἀνασχόμεναι. Ἄρα ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Ἔδει γὰρ δὴ δι' ὧν διηκονήθη ὁ θάνατος, διὰ τούτων λειτουργηθῆναι καὶ τὴν ἀνάστασιν. Τί δὲ δήποτε οἱ ἀπόστολοι κρύπτονται; Ἔδει τοὺς τῆς θείας οἰκονομίας φυλάττεσθαι μάρτυρας πιστοτάτους, ἐσομένους τοῖς ἔθνεσι κήρυκας, ὡς αὐτόπτας καὶ ὑπηρέτας τῶν θείων μυστηρίων ὑπάρξαντας. Τί δὲ καὶ ὁ Πέτρος ἐκπεσεῖν συγχωρεῖται πρὸς ἄρνησιν, ζηλωτὴς οὗτος καὶ τῶν ἀγαθῶν φύλαξ ὢν ἀκριβέστατος; Ἔμελλε δὴ τοὺς τῆς Ἐκκλησίας ἐγχειρίζεσθαι οἴακας. Ὡς οὖν συγγνώμων τοῖς ἐκ παραβάσεως παλινοστοῦσι γίγνοιτο, ἐξολισθῆσαι προνοητικῶς συγχωρεῖται τὴν ἄρνησιν, συμπαθὴς εἶναι τῷ οἰκείῳ παιδευόμενος ὀλισθήματι. Ἀλλ' αἱ γυναῖκες μύρου δίκην τῆς θείας ἐμφορούμεναι χάριτος, καὶ Χριστὸν τὸ κενωθὲν μύρον εἰς ἡμῶν ἀνακαίνισιν τῷ πόθῳ ἑλκύσασαι, τὸν θεϊκῶς μὲν κενωθέντα καὶ χρίσαντα, χρισθέντα δὲ σωματικῶς· τό τε γὰρ χρίσαν, καὶ τὸ χρισθὲν εἰς ἑνὸς προσώπου καὶ μιᾶς ὑποστάσεως συνῆλθον συμπλήρωσιν· τοῦτον ἀεὶ τῷ φίλτρῳ διώκουσαι, καὶ εἰς ὀσμὴν μύρων αὐτοῦ ἀνενδότως τρέχουσαι, μύρα πάλιν ὠνοῦνται, καὶ πρὸς τὸν τάφον ἐπείγονται. ∆ιὸ καὶ πρῶται τυγχάνουσι τῆς θείας ἀναστάσεως, τοῦ δικαίου κριτοῦ τὴν χάριν ἐπιμετροῦντος τῇ προθυμίᾳ κατάλληλον. λδʹ. Γενώμεθα τοίνυν καὶ ἡμεῖς ὅμοιοι σοφοῖς οἰκέταις προσδεχομένοις τοῦ οἰκοδεσπότου τὴν ἄφιξιν, 96.637 οἳ τὸ τάλαντον λαβόντες, τοῦτο σθένει παντὶ πολυπλασιάσωμεν· ὅπως ὡς ἀγαθοὶ δοῦλοι καὶ πιστοὶ οἰκονόμοι τῆς τοῦ Κυρίου χαρᾶς ἐπιτύχωμεν Τάλαντον δέ μοι εἶναι δοκεῖ ἅπαν παρὰ τῆς θείας ἀγαθότητος τοῖς ἀνθρώποις διδόμενον χάρισμα. Ἔστι μὲν οὖν τῶν θείων δώρων οὐδεὶς ὅστις παντελῶς ἀμέτοχος, ἀλλ' ὁ μὲν πρὸς τήνδε τὴν ἀρετὴν εὔχρηστος, καὶ ὁ μὲν πρὸς πλείους, ἕτερος δὲ πρὸς ἐλάσσους· ὁ μὲν πρὸς ὑψηλὰς καὶ ὑπεραναβεβηκυίας, ὁ δὲ πρὸς ταπεινὰς καὶ ὑφειμένας. Ἑκάστῳ ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως. ∆υνατοὶ μὲν οὖν δυνάτως ἐτασθήσονται, καὶ ᾧ παρέθεντο πολὺ, πολὺ ἀπαιτήσουσιν αὐτόν. Ἕκαστος γὰρ ἀπαιτεῖται κατὰ τὸ μέτρον τῆς ἐγχειρισθείσης αὐτῷ πρὸς Θεοῦ δυνάμεως. Καὶ ὁ διδοὺς οἶδεν ᾧ δίδωσι, καὶ πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. Σπεύσωμεν τοίνυν ὅση δύναμις πολυπλασιάσαι τὸ τάλαντον. Ὁ τὰ πέντε λαβὼν, πέντε ἕτερα προσαπονέμοι τῷ δεδωκότι· καὶ δύο, ὁ τὰ δύο πεπιστευμένος. Ὃς μὲν ὀρεγέτω χεῖρα πρακτικὴν τοῖς ἐλέου χρῄζουσι, καὶ τῆς πενίας τῷ φορτίῳ κάμνουσιν, ὅστις τούτου τὴν χάριν ἐδέξατο· ὃς δὲ τρεφέτω λόγῳ τοὺς ἐν λιμῷ τηκομένους καὶ ξηρανθέντας τῆς ἀπιστίας τῷ καύσωνι. Κτησώμεθα φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, καὶ τὰς τῶν πενήτων γαστέρας ἐμπλήσωμεν, ἵνα ὡς εὐπρόσιτοι ῥήτορες πρὸ τοῦ φρίκης γέμοντος βήματος ὑπὲρ ἡμῶν ῥητορεύσωσιν. Ἀστέγους ξενίσωμεν· γυμνοὺς ἀμφιάσωμεν· νοσοῦντας ἐπισκεψώμεθα· πρὸς τοὺς ἐν φρουρᾷ τὸν πόδα κινεῖν μὴ κατοκνήσωμεν· τοῖς ἐν ἀνίαις καὶ λύπαις τὴν χεῖρα ἐκτείνωμεν. Συναλγήσωμεν· ἐκχέωμεν δάκρυον συμπαθές· σβέσει γὰρ τὸ τῆς γεέννης ἀτελεύτητον πῦρ. Εἰ ταῦτα διψώσῃ καρδίᾳ τελέσωμεν, ἐρεῖ καὶ ἡμῖν ὁ Κύριος· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. λεʹ. Οἱ κεκλημένοι, ἔνδυμα γάμου λαμπρῶς στολισώμεθα, ὡς ἂν κοινωνοὶ τοῦ