1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

3

γένη, καὶ πετεινὰ πτερωτὰ, ἐξ ὑδάτων μὲν γέννησιν ἔχοντα, τῷ ἀέρι δὲ ἐνιπτάμενα, καὶ ἐν χθονὶ διαιτώμενα· ζῶα πάλιν ἐκ γῆς, καὶ θηρία ἀτίθασσα, κτηνῶν τε χειροήθη συστήματα· πάντα ὁμοῦ τῆς οἰκείας μεγαλουργίας ἔνδειγμα, καὶ τοῦ κατ' εἰκόνα θείαν πλασθησομένου ἑστίασιν. ϛʹ. Ἔσχατον δὲ πάντων, ὥσπερ τινὰ βασιλέα, τὸ πολυθρύλλητον ζῶον τὸν ἄνθρωπον, οἰκείᾳ χειρὶ καὶ εἰκόνι τιμώμενον, ἐκ γῆς μὲν τὸ σῶμα διαρτίσας, τὴν δὲ ψυχὴν τῷ θείῳ δημιουργήσας καὶ ζωοποιῷ ἐμφυσήματι· ὃ δή φημι τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ζωοποιὸν καὶ δημιουργὸν, καὶ τελειοῦν, καὶ ἁγιάζον τὰ σύμπαντα· οὐ πρότερον προϋπάρξασαν ἐμπεδήσας τῷ σώματι (ἄπαγε τῆς Ὠριγένους φληναφείας τὸ δυσηχές τε καὶ ἄτοπον), ἀλλ' ἐν τῇ συνθέτῳ διαπλάσει ἐκ τοῦ μὴ ὄντος αὐτὴν συστησάμενος. ζʹ. Τοῦτον δὴ, τοῦτον τὸν ἄνθρωπον, ὃν κατ' οἰκείαν εἰκόνα νοερὸν ὁμοῦ καὶ λογικὸν κατεσκεύασε, πνεῦμα ζωῆς φέροντα, ἐν κοινωνίᾳ τῆς ἑαυτοῦ καθίστησι χάριτος, παραδείσου τε πολιοῦχον πεποίηκεν, ὃν κατ' ἀνατολὰς πεφυτούργηκεν. Ἐδὲμ γὰρ τὴν τρυφὴν Ἑβραίων παῖδες κατονομάζουσι· μακαρίαν αὐτῷ καὶ πανολβίαν βιοτὴν χαρισάμενος, μερίμνης ἁπάσης ἀπηλλαγμένην καὶ ἄνετον, ἐξ ἧς ἐδραπέτευεν ἅπασα ὀδύνη, λύπη, καὶ στεναγμός. Οἷα γάρ τις ἄγγελος ἄλλος ἐπὶ γῆς διαιτώμενος, ὕμνει τὸν Θεὸν τὸν ποιήσαντα, θείων ἐννοιῶν ἐμφορούμενος, διὰ πάσης τῆς κτίσεως πρὸς τὸν γενεσιουργὸν ἀγόμενος, ἐφ' ᾧ καὶ πεπλαστούργητο. Τοῦτο γάρ τις, οἶμαι, τὸ ξύλον εἶναι τῆς ζωῆς λέγων τὸ πᾶν καὶ πλῆρες, ἀδιαίρετον, μόνην τε τοῦ καλοῦ φέρον τὴν μέθεξιν, ἀναγωγῆς τρόπῳ οὐχ ἁμαρτήσεται. ηʹ. Ἀλλ' οὐκ ἤνεγκεν ὁ τῆς κακίας εὑρετὴς, ὁ τοῦ ψεύδους πατὴρ, ὁ τοῦ φθόνου δημιουργὸς ὄφις διάβολος, ὁρᾷν ἐν εὐθηνίᾳ τῶν τοσούτων ἀγαθῶν τὸν ἄνθρωπον ἁβρυνόμενον. Ἐπιτίθεται τοίνυν αὐτῷ, τὴν τῶν ἀγαθῶν προμηθούμενος στέρησιν. Καὶ ὑποκρίνεται μὲν τὴν εὔνοιαν, ὑποσκελίζει δὲ δι' ἀπάτης τὸν ἄνθρωπον, καὶ καταφέρει πτῶμα, πτωμάτων ἁπάντων ἐλεεινότατον. Καὶ σκοπεῖτε οἷον τὸ δέλεαρ. θʹ. Τί τῶν ἁπάντων ἐστὶν ὑψηλότερον; τί δὲ μόνον ἐστὶν ὑψηλότερον; Θεὸς δηλαδὴ, ὁ πάντων ἐπέκεινα καὶ πάντων αἴτιος. Τί τοίνυν τοῦ Θεοῦ χρηματίσαι ἐρασμιώτερον; Οὐκ ἔστιν οὐδέν. Τῇ ἐφέσει ταύτῃ φενακίσας τὸν ἄνθρωπον, πείθει τοῦ ξύλου τῆς γνώσεως ἀπογεύσασθαι, τὴν γυναικείαν πρότερον λεηλατήσας ἁπλότητα. Πέφυκε γάρ πως ἡ κακία τῷ τοῦ καλοῦ προσχήματι ἐγκαλύπτεσθαι· καὶ γὰρ τὰ οἰκεῖα αἴσχη τῇ ἀρετῇ ἐπιτρίβεται· οὗ ξύλου τὴν λίχνον ἀπόγευσιν ὁ πάντα εἰδὼς συμφερόντως τῷ Ἀδὰμ ἀπεκήρυξε. Φησὶ γάρ· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ, οὐδ' οὐ μὴ ἅψησθε αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Εἰ δὲ καὶ ξύλον νοεῖν ἐθελήσειας πρὸς δοκιμὴν καὶ ἀπόπειραν ὑπακοῆς τε καὶ παρακοῆς πεφυτευμένον, κἀντεῦθεν ξύλον γνώσεως καλοῦ τε καὶ πονηροῦ κατωνομασμένον, ἢ καὶ γνωστικὴν παρέχον ἐνέργειαν τῆς οἰκείας τοῖς μεταλαμβάνουσι φύσεως, οὐχ ἁμαρτήσῃ τοῦ πρέποντος. ιʹ. Ἀλυσιτελὴς δὲ ἡ τούτου γεῦσις πρὸ τελειώσεως. Ἔγνω γὰρ ἑαυτὸν γυμνὸν ὄντα γευσάμενος, καὶ σκέπην ἐπραγματεύετο, καὶ περιεσπᾶτο, καὶ ἐτυρβάζετο πρὸς τὴν τοῦ οἰκείου σώματος ἐπιμέλειαν τῆς θείας ἀποφοιτήσας κατανοήσεως, ἐντεῦθεν γυμνοῦται τῆς χάριτος, καὶ τὴν φθορὰν περιβάλλεται, καὶ πρὸς γῆν ἀποστρέφεται, καὶ τοῦ θείου παραδείσου ἐξόριστος γίνεται, καὶ ἱδρῶτα, καὶ πόνον, 96.612 καὶ θάνατον κατακρίνεται. Οὐ τοῦ ξύλου τὸν θάνατον τίκτοντος· θάνατον γὰρ ὁ Θεὸς οὐκ ἐποίησεν· ἀλλὰ τῆς παρακοῆς ἐφελκομένης τὸν θάνατον. Ἐντεῦθεν λαβοῦσα νομὴν ἡ ἁμαρτία,