1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

5

ιεʹ. Πῶς δὲ καὶ συνθέτου μιᾶς φύσεως εἴη ὁ Χριστὸς, τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος ἐν ἁπλῇ φύσει θεωρουμένων; Ἔσται δὲ πῶς κατὰ τὴν αὐτὴν φύσιν τῷ Πατρὶ καὶ ἡμῖν ὁμοούσιος, εἰ μή που καὶ τὸν Πατέρα φήσοι τις ἡμῖν ὁμοούσιον; Ὅπερ ἁπάσης τερατώδους ἐννοίας ἐστὶν ἀτοπώτερον. Πῶς δὲ καὶ ὁ αὐτός φησιν· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα; καὶ πάλιν· Τί ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; Ὁ γὰρ ἑωρακὼς αὐτὸν ἄνθρωπον μόνον, οὐ τὸν Θεὸν καὶ τὸν Πατέρα ἑώρακεν. ιϛʹ. Εἰ δὲ καὶ μίαν αὐτοῦ φήσωμεν τὴν ἐνέργειαν, ποῦ θήσομεν τὴν σωματικὴν βάδισιν, τὴν τῶν ἄρτων κλάσιν, τὸν προφορικὸν λόγον, καὶ τὰ τοιαῦτα, ἃ μὴ θείας φύσεώς εἰσιν, ἀλλ' ἀνθρωπίνης ἐνεργείας; Οὐ γὰρ σχήματι ταῦτα, ἀλλ' ἀληθείᾳ ἐγίγνετο φύσεως. ιζʹ. Εἰ δὲ καὶ ἄμοιρον φυσικοῦ καὶ αὐτεξουσίου θελήματος κατὰ τὸ ἀνθρώπινον αὐτὸν ὑπολάβωμεν, ποῦ τὴν τῆς τροφῆς καὶ τῶν λοιπῶν φυσικὴν θήσομεν ἔφεσιν, ὕπνου φημὶ, καὶ πότου, καὶ τῶν τοιούτων; Ταῦτα γὰρ φύσεως νόμῳ κινούμενα, τὴν μὲν ἄλογον ψυχὴν κατ' ἐξουσίαν ἄγει πρὸς τὴν ἐκπλήρωσιν· ὅθεν καὶ τῇ ὀρέξει συμπαρομαρτεῖ καὶ ἡ πρὸς τὴν πρᾶξιν ὁρμή· ἄγει γὰρ ἡ φύσις τὰ ἄλογα, διὸ καὶ ἀνεύθυνα, μηδενὶ ὑποκείμενα τρόπῳ κολάσεως· οἷς δὲ λόγος πρόσεστιν, αὐτεξουσίως κινούμενα, ἄγει μᾶλλον τὴν φύσιν, κατ' ἐξουσίαν ἔχοντα ἕπεσθαί τε καὶ ἐπέχειν τὴν ὄρεξιν. Θέλησις γάρ ἐστι φυσικὴ, λογική τε, καὶ αὐτεξούσιος ὄρεξις. Ταῦτά τέ φημι, ἐπὶ τῶν φυλαττόντων τὸ κατὰ φύσιν, ὡς οἵ γε πρὸς τὸ παρὰ φύσιν ἐξ ἀπροσεξίας ἐληλακότες, ἄγονται μᾶλλον, ἤπερ ἄγουσιν, δεσποτείας οἷα νομὴν κτησαμένων τῶν παθῶν τὴν συνήθειαν. ιηʹ. Ποίᾳ δὲ θελήσει φήσωμεν εἰς οἶκον ἐλθόντα, καὶ μηδένα γνῶναι θελήσαντα, μὴ δυνηθῆναι λαθεῖν; Τὸ γὰρ θεῖον θέλημα παντί που δῆλον, ὡς παντοδύναμον, ἀσθενὲς δὲ δήπου καὶ ἀδρανὲς τὸ ἀνθρώπινον. Πῶς δὲ δήπου καὶ τὸ οἰκεῖον παραιτούμενος θέλημα, τοῦ πατρικοῦ θελήματος ηὔχετο τὴν ἐκπλήρωσιν; Ποίας φύσεως τὸ εὔχεσθαι ἴδιον; Τῆς κτιστῆς δηλαδή. Ταύτης οὖν καὶ τὸ παραιτούμενον θέλημα. Οὕτως εἷς 96.617 ἐστι Χριστὸς, Υἱός τε καὶ Κύριος ἐν δυσὶ τελείαις ταῖς φύσεσι, καὶ τοῖς αὐτῶν φυσικοῖς ἰδιώμασιν ἀδιαιρέτως ἅμα καὶ ἀσυγχύτως θέλων καὶ πράττων τὰ ἑκατέρας φύσεως μετὰ τῆς θατέρου κοινωνίας, κατὰ τὴν ἐν ἀλλήλαις τῶν φύσεων ἀσύγχυτον περιχώρησιν, ὁ εἷς τῆς ἁγίας Τριάδος, ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ δι' ἡμᾶς Υἱὸς ἀνθρώπου γενόμενος. ιθʹ. Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, ἔδει δι' ἀνθρώπου δωρηθῆναι τὴν ἀνάστασιν. Ἐπειδὴ ψυχὴ νοερὰ αὐτεξουσίῳ θελήματι ἐνήργησε τὴν παράβασιν, ἔδει ψυχὴν νοερὰν φυσικῷ καὶ αὐτεξουσίῳ θελήματι τὴν ὑπακοὴν ἐνεργῆσαι τοῦ Κτίσαντος, καὶ τὴν σωτηρίαν ἐπανελθεῖν, δι' ὧν ὁ θάνατος τὴν ζωὴν ἐξωστράκισεν, ἵνα μὴ τυραννεῖσθαι νομίσῃ ὁ θάνατος τὸν ἄνθρωπον. κʹ. Τί τοίνυν τὸ ἐντεῦθεν; Θεότητος ἐλπίδι δελεάσας τὸν ἄνθρωπον, σαρκὸς προβλήματι δελεάζεται, καὶ ἀναμαρτήτου γευσάμενος ὁ θάνατος σώματος, ἐναυτίασε, καὶ πᾶσαν τὴν ἐν τοῖς ἐγκάτοις τροφὴν ὁ ἄθλιος ἐξήμεσε. Πάντα γὰρ τὰ ἡμῶν ὑπὲρ ἡμῶν ὁ δημιουργήσας ἡμᾶς Θεὸς Λόγος ἀναδεξάμενος, καὶ τῶν ἡμετέρων παθῶν πειρασθεὶς καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας, νόμον πληρώσας, καὶ μόνος ἐν ἀνθρώποις ἐκφανθεὶς ἀναμάρτητος, καὶ διὰ τοῦτο τῷ θανάτῳ οὐχ ὑπεύθυνος, καὶ τῆς θείας οὐσίας διὰ τῶν θαυμάτων δημοσιεύσας τὴν δύναμιν, τέλος ἑκουσίως ἐπὶ τὸ πάθος ὑπὲρ ἡμῶν ἔρχεται τὸ παντὸς τοῦ κόσμου σωτήριον, καὶ δίδωσιν ἑαυτὸν, ὑπὲρ ἡμῶν κατάρα