1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

10

κατακρύψαντος! Ὁ δὲ Πιλάτος, φησὶν, ἐθαύμασεν εἰ ἤδη τέθνηκεν. Ἐθαύμασε πῶς ἡ ζωὴ τέθνηκε, πῶς ὁ τῆς πνοῆς τῶν ἀνθρώπων ταμίας τὴν πνοὴν παραδέδωκεν. Ναὶ, τέθνηκεν, ὦ Πιλάτε, ἀλλ' ἑκουσίως. Ἐξουσίαν γὰρ ἔχει θεῖναι τὴν ψυχὴν ἑαυτοῦ, καὶ ἐξουσίαν ἔχει πάλιν λαβεῖν αὐτήν. Ναὶ, τέθνηκεν, ἵνα σκυλεύσῃ τὸν θάνατον, ἵνα ζωώσῃ πέδαις σφόδρα κατεχόμενον, ἵνα πρωτότοκος ἐκ νεκρῶν γενόμενος, τοῖς νεκροῖς πηγάσῃ ἀνάστασιν, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. κθʹ. ∆ωρεῖται τοίνυν τὸ σῶμα τῷ Ἰωσήφ. Ὢ τόλμης ἀσχέτου καὶ παῤῥησίας, ἣν πίστις καὶ θεῖος πόθος ἐκύησε! Θείων χαρισμάτων οἱ μαθηταὶ γενόμενοι μέτοχοι, φόβῳ συστελλόμενοι κρύπτονται, καὶ σὺ νεκρὸν ἐπιποθεῖς, τὸν διδάσκαλον θᾶττον ἐμιμήσω τὸν σὸν καθηγεμόνα καὶ Κύριον. Προαιρέσει γὰρ τὴν σεαυτοῦ ψυχὴν θανάτῳ παραδέδωκας. Οὐκ ἤνεγκας γυμνὸν ὁρᾷν τὸ τοῦ Κυρίου σῶμα τὸ ἅγιον, τὸ καθ' ὑπόστασιν ἑνωθὲν τῇ θεότητι. Ἥψω τοῦ θείου ἄνθρακος, οὗ τῷ τύπῳ τὰ Σεραφὶμ οὐ ψαῦσαι δεδύνηνται. Ὢ μακαρίων χειρῶν! ὢ πανολβίων ὠλενῶν, αἷς κατασχὼν τὸ τοῦ Θεοῦ μου σῶμα, σινδόνι καθαρᾷ καὶ μύροις πολυτελέσιν ἐνείλησας! Οὕτω γὰρ, φησὶν, ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν. Ἦν δὲ, φησὶν, ἐν τῷ τόπῳ, ὅπου ἐσταυρώθη, κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη. Ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν· ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ· καὶ προσκυλίσας λίθον μέγαν πρὸς τὴν θύραν, ἀναπῆλθε. Παρασκευὴ μὲν οὖν λέγεται, οἷόν τις προετοιμασία 96.632 πρὸς τὴν τοῦ Σαββάτου ἀνάπαυσιν. Κατάπαυσιν γὰρ τῶν ἔργων εἶχε τὸ Σάββατον, μηδενὸς λατρευτοῦ τὸ παράπαν ἐφάπτεσθαι τοῦ Θεοῦ τοῖς Ἑβραίοις θεσπίσαντος· ἀλλ' ἡμῖν Παρασκευὴ πρὸς τὴν τῆς ἁμαρτίας, καὶ τῶν ἐκ ταύτης δυσχερῶν, τὸ θεῖον πάθος γεγένηται. Σινδόνι τοίνυν καθαρᾷ ἐνειλίσσεται ὁ μόνος καθαρὸς καὶ ἀκήρατος, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον ἐν τάφῳ τίθεται, ὁ θρόνον ἔχων τὸν οὐρανὸν, καὶ τὴν γῆν ὑποπόδιον, ὁ πληρῶν καὶ περιγράφων τὰ σύμπαντα, ὁ μόνος ὡς Θεὸς ἀπερίγραπτος, καὶ δρακὶ περιδεδραγμένος τῆς κτίσεως, ἐν τάφῳ σωματικῶς περιγράφεται. Αὐτὸς ὡς Θεὸς ἐν οὐρανῷ σὺν Πατρὶ προσκυνούμενος καὶ τῷ Πνεύματι, καὶ αὐτὸς ὡς ἄνθρωπος σωματικῶς ἐν μνήματι κείμενος, καὶ ψυχικῶς ἐν τοῖς ᾅδου μυχοῖς αὐλιζόμενος, καὶ τῷ λῃστῇ εἰσιτητὸν ποιῶν τὸν παράδεισον, συμπαρομαρτούσης ἁπανταχῆ τῆς ἀπεριγράπτου Θεότητος. Εἰ γὰρ καὶ διῃρέθη ἡ ἱερὰ ψυχὴ τοῦ ζωοποιοῦ καὶ ἀχράντου σώματος, ἀλλ' ἡ θεότης τοῦ Λόγου μετὰ τὴν ἐν γαστρὶ τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου Μαρίας σύλληψιν, καθ' ὑπόστασιν γεγενημένης τῶν δύο φύσεων ἀδιασπάστου ἑνώσεως, ἀμφοτέρων μεμένηκεν ἀδιάσπαστος, τῆς τε ψυχῆς φημι, καὶ τοῦ σώματος· καὶ οὕτω μία ὑπόστασις τοῦ Χριστοῦ καὶ ἐν αὐτῷ θανάτῳ διέμεινεν, ἐν τῇ τοῦ Θεοῦ Λόγου ὑποστάσει ὑφισταμένης τῆς τε ψυχῆς καὶ τοῦ σώματος, καὶ μετὰ θάνατον καὶ ταύτην κεκτημένων ὑπόστασιν. ∆ιὰ τοῦτο πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν τοῦ Πατρός. λʹ. Τί δὲ ἐν τάφῳ καινῷ κατατίθεται, ἐν ᾧ οὐδέπω νεκρὸς κατετέθη; Ἐμοὶ δοκεῖ, ὡς ἂν μή τινος τῶν πάλαι τεθειμένων ὑποπτεύηται ἡ ἔγερσις. Ἕτοιμοι γὰρ εἰς κακουργίαν οἱ τῇ ἑαυτῶν σωτηρίᾳ βασκαίνοντες, καὶ πρὸς ἀπιστίαν ὀξύτατοι. Ἵνα τοίνυν ἐκφανὴς καὶ ἀρίδηλος ἡ τοῦ Κυρίου δειχθείη ἀνάστασις, μόνος ἐν καινῷ καὶ κενῷ τῷ μνήματι θάπτεται, ἡ τῆς ζωῆς πνευματικὴ πέτρα, ἐξ ἧς ἀκολουθούσης ἔπινον οἱ ἀγνώμονες· ὁ λίθος ὁ ἀκρογωνιαῖος καὶ ἀχειρότμητος, ἐν πέτρᾳ λελαξευμένῃ καλύπτεται. Εὔθραυστοι γὰρ ψυχαὶ καὶ ἡδοναῖς εὐδιάχυτοι, τὸν θεῖον Λόγον οὐ φέρουσι