1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

3

εʹ. Τοιαύτη τις καὶ τοσαύτη γενέσθαι οἰκονομία ὑπὲρ τοῦ λαθεῖν τὴν τῆς παρθένου κύησιν τοὺς ἀπίστους, ἐκ τῆς θείας ὑποφαίνεταί μοι Γραφῆς· καὶ γὰρ οὐκ ἂν ἐπιστεύθη ῥᾳδίως ὁ λόγος παρὰ τοῖς τοῦτο ἀκούουσιν, ἄνδρα τε αὐτὸν ἡμῖν ὁμοιοπαθῆ τὸ σῶμα, καὶ κατ' οὐδὲν τὴν θνητὴν φύσιν παραλλάττοντα θεωμένοις· τί γὰρ εἰ καὶ μετὰ ταῦτα παραδοξοποιῶν καὶ τὰς ἐνθέους εὐεργεσίας εἰς πολλοὺς ἐκτείνων ἐξέπληττε τοὺς ὁρῶντας; οὐχὶ δὲ καὶ Μωϋσῆς πολλὰ θαυματουργήσας, τῆς κοινῆς ὅμως γενέσεως οὐκ ἠμοίρει; Ἠλίας τε, καὶ Ἐλισσαῖος, καὶ ὁ καθεῖς τῶν προφητῶν; οὐδὲν οὖν πρὸς τὸ μὴ ἐξ ἀνδρὸς νομίζεσθαι τὸν Ἰησοῦν ἡ τῶν τεραστίων ἔργων ἐπίδειξις αὐτῷ συνεβάλλετο· αὐτίκα οἱ κατ' αὐτὸν οὐδ' ἄλλο τι περὶ τῆς γενέσεως αὐτοῦ φανταζόμενοι, καίπερ τὰ δρώμενα ὑπ' αὐτοῦ ὁρῶντες, ἔλεγον πρὸς ἀλλήλους· «Πόθεν τούτῳ πᾶσα ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαρία; καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι;» Καὶ ἄλλοτε πάλιν τῆς μητρὸς καὶ τῶν ἀδελφῶν ἑστώτων ἔξω καὶ ζητούντων λαλῆσαι αὐτῷ, εἶπέ τις αὐτῷ· «Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες.» Καὶ τί θαυμαστὸν ὅτε καὶ οἱ αὐτοῦ μαθηταὶ καὶ ἀπόστολοι ἐρωτηθέντες, «Τίνα με, φησὶν, οἱ ἄνθρωποι λέγουσιν;» ἀπεκρίναντο, ὡς ἄρα οἱ μὲν Ἰωάννην αὐτὸν εἶναι ἡγοῦνται, οἱ δὲ Ἠλίαν, οἱ μὲν Ἱερεμίαν, οἱ δὲ ἕτερόν τινα τῶν προφητῶν· ἐρωτώμενοι δὲ τίνα ποτὲ καὶ αὐτοὶ δόξαν ἔχουσι περὶ αὐτοῦ, οἱ πάντες ἀπεσιώπησαν, ὡς οὐκ ἔχοντες εἰπεῖν· μόνου δὲ Πέτρου φήσαντος, ὡς ἄρα αὐτὸς εἴη ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἅτε μόνῳ αὐτῷ τοῦτο γνωσθέντι ἐπιφέρει λέγων· «Μακάριος εἶ Σίμων βὰρ Ἰωνᾶ, ὅτι σὰρξ 22.888 καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.» Μαρτυρεῖ δὲ καὶ ἡ Μαρία βαθεῖ λογισμῷ παρ' ἑαυτῇ κατέχειν τὰ γεγενημένα· φησὶ γοῦν ἡ Γραφή· «Ἡ δὲ Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὑτῆς.»

ςʹ. Οὐκοῦν ἀποδέδεικται ὅτι χρησίμως κατ' ἐκεῖνο καιροῦ, ἡ μὲν ἐξ ἁγίου Πνεύματος τοῦ Ἰησοῦ γένεσις παρὰ τοῖς πολλοῖς ἀπεσιωπᾶτο, ὁ δὲ Ἰωσὴφ ἐν χώρᾳ πατρὸς παρελαμβάνετο· εἰκότως οὖν ὁ πατὴρ τοῦ παιδὸς ἐγενεαλογεῖτο· εἰ δὲ οὖν μὴ τοῦτο ἐγεγόνει, ἀπάτωρ ἂν ἐνομίσθη ὁ παῖς μὴ ἐκ πατρὸς γενεαλογούμενος· τοῦτο δὲ εἰς ἀσέβειαν ἤγαγεν ἂν τοὺς πολλοὺς, οἳ δι' ἄγνοιαν τῆς περὶ τὸ πρᾶγμα ἀληθείας ἐδυσφήμουν τὴν γένεσιν· χρησίμως οὖν καὶ τοῦ τέκτονος υἱὸς καὶ τῶν ὠνομασμένων τέκνων ἀδελφὸς ἐχρημάτιζεν· ἐπεὶ καὶ Θεὸς Λόγος ὢν, οὐκ ἀπηρνεῖτο ἑαυτὸν εἶναι ἄνθρωπον, ἀλλὰ καὶ παρήγγελλε τοῖς ἑαυτοῦ μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν, ὅτι αὐτὸς εἴη ὁ πάλαι πρὸς τῶν προφητῶν ἥξειν βοώμενος ὁ Χριστὸς τοῦ Θεοῦ· οὐ γὰρ ἂν οὐδὲ ἐπίστευσαν οἱ πολλοὶ τῶν τότε θεωμένων αὐτὸν εὐτελὲς σχῆμα περιβεβλημένον· οὕτω δὲ καὶ ἐπὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως ἐνετείλατο πάλιν τοῖς ἑαυτοῦ μαθηταῖς λέγων· «Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ·» εἰκὸς γὰρ μηδὲ τοῦτο πιστεῦσαι τῶν τότε τοὺς πολλούς· εἰ δὲ ταῦτα μὴ εἰς φανερὸν ἥκειν ἔκρινεν, ἦ πού γε τὰ τῆς ἐκ παρθένου γενέσεως ἀποσιωπᾶσθαι τὸ τηνικαῦτα παρὰ τοῖς πολλοῖς ἐχρῆν, εἰς ἐπιτήδειον καιρὸν τῆς περὶ αὐτοῦ ἀληθείας ἀναφανησόμενα· οὗτος δὲ ἦν ὁ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, καὶ τῆς εἰς οὐρανοὺς ἀναλήψεως, τῆς τε εἰς πάντα τὸν κόσμον ὡς ἂν περὶ Λόγου Θεοῦ διαδραμούσης περὶ αὐτοῦ φήμης· ὅ τε τῆς τῶν ἐθνῶν κλήσεως, καθ' ὃν καὶ αἱ θεῖαι αὐτοῦ φωναὶ τέλος ἐλάμβανον, τὰ τῶν προγνώσεων αὐτοῦ καὶ προῤῥήσεων διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως ἐναργῶς πιστούμεναι.

ζʹ. Τοῖς γοῦν καθ' ἡμᾶς ταῦτα παραδεξαμένοις καὶ τὴν ὑπὲρ ἄνθρωπον αὐτοῦ φύσιν ἐπεγνωκόσιν, εἰκότως τά τε λοιπὰ καὶ τὰ τῆς γενέσεως πιστὰ εἶναι ὁμολογεῖται· πλὴν ἀλλ' οἱ θαυμάσιοι εὐαγγελισταὶ ἀναγκαίως τότε παρὰ Ἰουδαίοις τὸν Ἰωσὴφ ἐγενεαλόγουν αὐτὸν ἐκεῖνον τὸν παρὰ πᾶσι βοώμενον τοῦ Ἰησοῦ