1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

17

ταχὺ πεπαιδοποιημένων, ἢ τῶν βραδέων; καὶ ἐκ τῶν ἐπὶ πρώτοις υἱοῖς σαλευσάντων, ἢ ἐκ τῶν ἐπὶ πλείοσι διαδοχαῖς; ὧν οὕτως ἐξητασμένων ὁ θεῖος εὐαγγελιστὴς οὐ διαδοχὰς προθέμενος εἰπεῖν, γενεὰς δὲ, καθ' οὓς αὐτὸς ἠπίστατο λόγους ἀπαριθμούμενος, τῆς μὲν ἐν ταῖς ἱστορίαις διαδοχῆς ἧττον πεφρόντικε, τοσούτους ἀναλαμβάνει εἰς τὴν γενεαλογίαν, ὅσοι ἀπήρκουν αὐτῷ εἰς ἐκπλήρωσιν τῶν δεκατεσσάρων γενεῶν· οὕτως τε αὐτῷ. ὑγιὴς ἀποσώζεται ὁ λόγος, καὶ οὐδαμῶς ἐναντίος τῇ τῶν ἱστοριῶν γραφῇ.

ΙΓʹ. ∆ιὰ τί τῶν μετὰ Ἰεχονίαν ἐπὶ τὸν Ἰωσὴφ γενεαλογουμένων

δύο καὶ δέκα ὄντων, ὁ εὐαγγε λιστὴς δεκατέσσαρας πάλιν εἶναί φησιν.

αʹ. ∆ιὰ τὴν αὐτὴν αἰτίαν· οὐ γὰρ διαδοχὰς, γενεὰς δὲ, ὡς ἔφην, ἀναγράφειν ἐβούλετο· συμβαίνει δὲ πολλάκις ἐν μακροβίοις καὶ πολυέτεσι, τὰς μὲν γεγονέναι τῶν ἀνδρῶν τὰς διαδοχὰς, τὸν δὲ τῶν γενεῶν ἀριθμὸν ἀποδεδόσθαι πλήρη· ᾧ δὴ οὖν λόγῳ ἐν τοῖς ἀπὸ τοῦ ∆αβὶδ καὶ ἐπὶ τὴν αἰχμαλωσίαν πλείοσιν οὖσι τὸν ἀριθμὸν τοῖς ἐν τῇ διαδοχῇ φερομένοις, ὀλιγώτεραι ἀπεδόθησαν αἱ γενεαί· ἐν γὰρ διαδοχαῖς ἀνδρῶν ἑπτὰ καὶ δέκα, γενεαὶ εἴρηνται δεκατέσσαρες· κατὰ τὸν αὐτὸν λογισμὸν καὶ νῦν ἐπ' ἀνδρῶν διαδοχαῖς δώδεκα, αἱ δεκατέσσαρες ἂν ἐπληροῦντο γενεαὶ, μακροβίων ὡς εἰκὸς πολυχρονίων αὐτῶν δὴ τῶν δώδεκα γεγενημένων, καὶ ἀρκούντων εἰς ἀναπλήρωσιν τῶν δεκατεσσάρων γενεῶν. Μία μὲν ἀπόδοσις τοῦ ζητηθέντος ἥδε.

βʹ. Καθ' ἑτέραν δὲ διάνοιαν εὕροις ἂν ἀκριβώσας κατὰ τὴν ἱστορίαν δεκατέσσαρας ὠνομασμένους καὶ ἐν τῇ παρούσῃ διαδοχῇ, εἰ πρὸς τοῖς δώδεκα συναριθμήσειας αὐτὸν Ἰησοῦν Χριστὸν υἱὸν τοῦ Ἰωσὴφ χρηματίσαντα· προσθείης τε τούτοις καὶ τὸν Ἰεχονίαν τὸν ἐν Βαβυλῶνι γεγενημένον, οὐχὶ τὸν πρὸ τῆς μετοικησίας ἐν τῇ Ἱερουσαλὴμ βασιλεύσαντα· δύο γὰρ ὁμώνυμοι γεγόνασιν Ἰωακεὶμ μετὰ Ἰωσίαν, ὅ γε αὐτοῦ τοῦ Ἰωσίου υἱὸς, ὃς μετὰ τοῦτον ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὁ τούτου παῖς ἕτερος Ἰωακείμ· οὗτοι δὲ καὶ Ἰεχονίαι ἐχρημάτισαν, ἐξελληνισθέντος αὐτοῖς τοῦ ὀνόματος. Ὁ τοίνυν πρῶτος Ἰωακεὶμ ὁ καὶ Ἰεχονίας υἱὸς ὢν Ἰωσίου, ταῖς πρὸτῆς αἰχμαλωσίας συγκαταλεγέσθω γενεαῖς· ὁ δὲ τούτου παῖς ὁ δεύτερος Ἰωακεὶμ καὶ αὐτὸς Ἰεχονίας, υἱὸς ὢν τοῦ πρώτου Ἰωακεὶμ, τοῦ δὲ Ἰωσίου ἔκγονος, ἐν τοῖς μετὰ τὴν αἰχμαλωσίαν καὶ εἰς τὸν Χριστὸν γενεαλογουμένοις ἀριθμούμενος, τέλειον ἀποδοίη ἂν τὸν τῶν δεκατεσσάρων γενεῶν ἀριθμόν.

γʹ. Περὶ δὲ τοῦ δύο γεγονέναι Ἰωακεὶμ, μαρτυρήσει ἡ τῶν Βασιλειῶν Γραφὴ, τοῦτον ἔχουσα τὸν τρόπον· «Καὶ ἐβασίλευσε Φαραὼ Νεχαὼ ἐπὶ τὸν Ἰσραὴλ τὸν Ἐλιακεὶμ υἱὸν Ἰωσία βασιλέως Ἰούδα, ἀντὶἸωσία τοῦ πατρὸς αὐτοῦ· καὶ ἐπέστρεψε τὸ ὄνομα αὐτοῦ Ἰωακείμ.» Οἷς ἑξῆς ἐπιλέγει· «Υἱὸς εἰκοσιπέντε ἐτῶν Ἰωακεὶμ ἐν τῷ βασιλεύειν αὐτόν· καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ·» οἷς μεθ' ἕτερα ἐπιλέγει· «Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωακεὶμ, καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ ἐκοιμήθη Ἰωακεὶμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ἰωακεὶμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ· υἱὸς ὀκτὼ καὶ δέκα ἐτῶν Ἰωακεὶμ ἐν τῷ βασιλεύειν αὐ 22.928 τόν· καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἐσθά· καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν ὁ πατὴρ αὐτοῦ. Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερουσαλήμ· καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ· καὶ εἰσῆλθεν ὁ βασιλεὺς Βαβυλῶνος ἐν τῇ πόλει, καὶ οἱ παῖδες αὐτοῦ. ἐπολιόρκουν αὐτήν· καὶ ἐξῆλθεν Ἰωακεὶμ βασιλεὺς Ἰούδα ἐπὶ βασιλέα