1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

20

αὐτῶν· οὐκ ἂν οὖν ἐπ' αὐτοὺς βασιλεύσειν τὸν Χριστὸν τὴν φωνὴν τοῦ Γαβριὴλ νομίσας εἰρηκέναι, ὡς ἀληθῆ αὐτὴν παρελάμβανεν, εἰ μὴ πάντας τοὺς διὰ τῆς κλήσεως τοῦ Σωτῆρος ἡμῶν ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς τὴν τῶν ἁγίων υἱοθεσίαν εἰσποιούμενος, οἶκον Ἰακὼβ ἡγήσατο κατὰ διάνοιαν δηλοῦσθαι· ὅθεν καὶ ὁ θεῖος Ἀπόστολος ἐπιστάμενος σαφέστατα, παρίστη λέγων· «Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ.»

Ιςʹ. Πῶς ἀπὸ τῆς Βηθλεὲμ ὁ μὲν Ματθαῖος εἰς Αἴγυπτον ἱστορεῖ, ὁ δὲ Λουκᾶς εἰς Ἱερουσαλὴμ, κἀκεῖθεν εἰς Ναζαρὲθ πρὸς τῶν γονέων

φέρεσθαι τὸν Ἰησοῦν.

αʹ. Λουκᾶς μὲν τὸν καιρὸν ἱστορῶν τῆς τοῦ Σωτῆρος ἡμῶν γενέσεως, τῆς Αὐγούστου βασιλείας μνημονεύει καὶ τῆς κατ' αὐτὸν ἀπογραφῆς· φησί τε μηδὲ ἐσχηκέναι αὐτοὺς ἐν τῇ Βηθλεὲμ κατάλυμα, πλήθους συνόντος ὡς εἰκὸς ἐν τῇ Βηθλεὲμ τῶν ἀπὸ γένους ∆αβὶδ τῆς ἀπογραφῆς ἕνεκεν· διὸ μηδὲ οἴκου τὸν Ἰωσὴφ εὐπορεῖν· ὅθεν τεκοῦσάν φησι τὴν Μαρίαν σπαργανῶσαι τὸ βρέφος καὶ ἀποθέσθαι ἐν φάτνῃ, διὰ τὸ μὴ εἶναι αὐτοῖς τόπον ἐν τῷ καταλύματι· καὶ εἰκός γε ἦν πλείστων συνόντων διὰ τὴν ἀπογραφὴν μὴ εὐπορεῖν καταγωγίου, ἀλλὰ καὶ, «Ὅτε, φησὶν, αἱ ἡμέραι ἐπλήσθησαν τοῦ περιτεμεῖν αὐτὸν χρὴ δὲ τοῦτο γίνεσθαι ὀγδόῃ μετὰ τὴν ἀπότεξιν ἡμέρᾳ, ἀνήγαγον τὸ παιδίον εἰς Ἱεροσόλυμα, καὶ τελέσαντες ἐπ' αὐτῷ τὰ νενομισμένα, ἀπίασιν εἰς Ναζαρέθ.» Τούτων παρὰ τῷ Λουκᾷ κειμένων οὐδενὸς μνημονεύσας ὁ Ματθαῖος, παραχωρήσας δὲ τῷ Λουκᾷ τὰ εἰρημένα, ἕτερα αὐτὸς διηγεῖται· τίνα δὲ ἦν ταῦτα, ἀλλ' ἢ τῶν Μάγων ἀπὸ Ἀνατολῆς ἄφιξις; κινησάντων μὲν ἀπὸ τῆς οἰκείας γῆς ἅμα τῷ γεννηθῆναι τὸν Ἰησοῦν, ἀστέρος αὐτοῖς τὴν γνῶσιν τῆς γεννήσεως ὑποφήναντος, οὐδήπου δὲ τὴν τοσαύτην στειλαμένων πορείαν καιρῷ βραχεῖ· οὐ γὰρ ἐν ἡμέραις ὀκτὼ τὴν ἀπὸ Ἀνατολῶν ὁδὸν εἰκὸς αὐτοῖς ἐπὶ τὴν Ἰουδαίαν ἠνῦσθαι, ὡς τὸν αὐτὸν νομίσαι εἶναι καιρὸν τῆς τε τούτων ἀφίξεως, καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν γενέσεως· εἰ δὲ καὶ πυνθανόμενοι λέγουσι, «Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ,» οὐ τὸν σήμερον τεχθέντα, ὡς ἄν τις ὑπολάβοι, καθ' ὃν ταῦτα ἐπυνθάνοντο χρόνον δηλοῦσιν, ἀλλὰ τὸν τότε γενόμενον ὅτε αὐτοῖς ὁ ἀστὴρ ἐπέφανε.

βʹ. Πόσος δὲ ἦν οὗτος ὁ μεταξὺ χρόνος, τοῦ τε φανέντος τοῖς Μάγοις ἐπὶ τῆς τοῦ Σωτῆρος ἡμῶν γενέσεως ἀστέρος, καὶ τῆς αὐτῶν εἰς τὰ Ἱεροσόλυμα παρουσίας, αὐτός σε διδάξει ὁ εὐαγγελιστὴς λέγων· «Τότε Ἡρώδης λάθρα καλέσας τοὺς Μάγους, ἠκρίβωσε παρ' αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος.» Καὶ ὡς ἂν ἀκριβώσας παρ' αὐτῶν, μαθὼν ὅστις ἦν οὗτος, μετὰ τὸ ἀναχωρῆσαι λάθρα τοὺς Μάγους, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπ' αὐτῶν, «ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν Μάγων.» Οὐκοῦν διετὴς χρόνος ἤδη παρεληλύθει ἀπὸ τῆς Ἰησοῦ γενέσεως καὶ ἐπὶ τὴν ἄφιξιν τῶν εἰρημένων· οὐκ ἄρα διαφωνεῖ τὰ παρὰ τοῖς ἱεροῖς εὐαγγελισταῖς, εἰ ὁ μὲν Λουκᾶς ὀγδόῃ τῆς γενέσεως ἡμέρᾳ ἀνάγει αὐτὸν ἅμα τοῖς γονεῦσιν εἰς Ἱερουσαλὴμ τῆς τῶν νομίμων ἐκπληρώσεως ἕνεκα, κἀκεῖθεν ἀπάγει ἐπὶ τὴν Ναζαρέθ· ὁ δὲ Ματθαῖος μετὰ διετῆ χρόνον γενομένους πάλιν ἐν Βηθλεὲμ ἀναγράφει, ἐν 22.936 τεῦθέν τε εἰς Αἴγυπτον ἀπεληλυθέναι φησὶ διὰ τὴν τοῦ βασιλέως ἐπιβουλήν· καὶ ἦν εἰκὸς οὐ μόνον δεύτερον, ἀλλὰ καὶ